# Commentarii in Joannem 2.76

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.76

ζητεῖτέ με ἀποκτεῖναι, καὶ τὴν τοῦ Πατρὸς παραλύοντες ἐντολήν; Ἀλλὰ καὶ καθ' ἕτερον πάλιν ἐκδεξόμεθα τρόπον Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε· λελάληκε μὲν, φησὶ, διὰ τῶν προφητῶν ὑμῖν, ἠκούσατε λέγοντος "Χαῖρε "σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· "ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, καὶ "ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου," ἀλλὰ καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγ"γελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ "εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· "ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ "ὁ βραχίων αὐτοῦ μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' "αὐτοῦ, καὶ τὸ ἔργον ἐνώπιον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ "ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ "ἐν γαστρὶ ἐχούσας παρακαλέσει." καταπειθόμενοι τοίνυν ταῖς τοῦ Πατρὸς ἐντολαῖς, παραδέξασθε τὸν προαναφωνούμενον· τιμήσατε τῇ πίστει τὸν προκεκηρυγμένον. δότε κἂν τοῖς τοῦ Πατρὸς λόγοις τὸ κρατεῖν ἐν ὑμῖν. Ἰστέον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησι, καίτοι λαληθέντα παρ' αὐτοῦ δι' ἀγγέλων, οὐχ ἑαυτὸν ἔξω τοῦ νομοθετῆσαι τιθεὶς, ἀλλὰ ταῖς Ἰουδαίων συγχωρῶν ὑπονοίαις οὕτως ἔχειν πεπιστευκότων, καὶ οὐ διαμάχεται πρὸς τὴν ὑπόνοιαν οἰκονομικῶς· ἐδυσώπει γὰρ πολλάκις αὐτοὺς, ἐπείπερ αὐτὸν οὐ παραδέχονται· τὸ γὰρ τοῦ Πατρὸς ὄνομα παράγων εἰς μέσον· Ἀπεκρίθησαν αὐτῷ καὶ εἶπον Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν. Ὦ πολλῆς ἀμαθίας, καὶ νοῦ κατεσκληκότος εἰς ἀπείθειαν, καὶ εἰς μόνην ὁρῶντος φιλονεικίαν. συγκατανεύοντος γὰρ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
