Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.77
Not analysed yet
τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ φάσκοντος ἐναργῶς "Οἶδα "ὅτι σπέρμα Ἁβραάμ ἐστε," τοῖς αὐτοῖς ἐπιμένουσι, καὶ καθάπερ τινὸς διατεινομένου καὶ ἀντιπράττοντος, οὐκ εἶναί τε λέγοντος αὐτοὺς ἐκ σπέρματος Ἁβραὰμ κατὰ σάρκα, πάλιν φασὶν ὅτι ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστι, καὶ διὰ τῶν αὐτῶν πολλάκις ἰόντες λόγων οὐκ ἐρυθριῶσιν, οἱ μηδὲ Βάττῳ τάχα που παραχωρεῖν οἰόμενοι δεῖν, μόνης δὲ τῆς ἐκείνου γλωσσαλγίας ἄριστοι ζηλωταί. ἀλλ' ἴσως γέγονέ τις αὐτοῖς ἀλογωτάτη τοῦ πράγματος ἀφορμὴ, καὶ ποία πάλιν ἐροῦμεν. τοῦ γὰρ Κυρίου λέγοντος "Ἐγὼ ἃ ἑώρακα "παρὰ τῷ πατρὶ ταῦτα λαλῶ," τὸ μὲν Θεὸν καὶ Πατέρα διὰ τούτων σημαίνειν οὐχ ὑπελάμβανον, ᾤοντο δὲ λέγειν αὐτὸν, ἢ τὸν δίκαιον Ἰωσὴφ, ἢ καὶ ἕτερόν τινα τῶν ἐπὶ τῆς γῆς, μικρὰ κομιδῇ περὶ αὐτοῦ κωμῳδοῦντες καὶ φρονοῦντες καὶ διεσκεμμένοι. ἡ μὲν γὰρ ἁγία παρθένος τὸ θεῖον ἐκυοφόρησε βρέφος, οὐχ ὁμιλήσασα γάμοις, ἀλλ' "ἐκ Πνεύματος Ἁγίου," καθὰ γέγραπται. καὶ ἀγνοήσας μὲν τῆς οἰκονομίας τὸν τρόπον ἐν ἀρχαῖς ὁ μακάριος Ἰωσὴφ, "ἐβουλήθη δὲ λάθρα "ἀπολῦσαι αὐτὴν," κατὰ τὴν τοῦ Ματθαίου φωνήν. πλὴν οὐκ ἠγνοήθη παντελῶς παρὰ τοῖς Ἰουδαίοις ὅτι πρὸ γάμου καὶ μίξεως ἐκυοφόρησεν ἡ ἁγία παρθένος, οὐ μὴν συνῆκαν ὅτι καὶ ἐξ Ἁγίου Πνεύματος, ᾤοντο δὲ μᾶλλον ὑπό του διεφθάρθαι τῶν ἐκ τοῦ ἔθνους αὐτὴν, ὅθεν οὐκ ὀρθὰς διαλήψεις εἶχον ἐπὶ Χριστῷ. ἑτέρου μὲν γὰρ αὐτὸν γεγεννῆσθαι πατρὸς ἐνόμιζον παῖδα τοῦ τὴν ἁγίαν διεφθαρκότος παρθένον κατὰ τὴν ἐκείνων ἀποπληξίαν, ἐπιγεγράφθαι δὲ μόνον τῷ Ἰωσὴφ νόθον ὄντα, καὶ οὐχ υἱὸν ἀληθῶς. λέγοντος τοίνυν "Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ," οὐδεμίαν μὲν ὅλως ἐδέχοντο περὶ Θεοῦ τὴν ἔννοιαν, κατασημῆναι γεμὴν αὐτὸν ἕνα τῶν ἐπὶ γῆς πατέρων, καὶ μετα-