# Commentarii in Joannem 2.78

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.78

σκευάζειν αὐτοὺς ἐπιχειρεῖν τῆς ἐπὶ τῷ προγόνῳ φιλοτιμίας ὑπώπτευον, αἵματι δὲ τῷ οἰκείῳ προσνέμειν τὴν ἑτέρῳ χρεωστουμένην τιμὴν, καὶ τῆς πατριαρχείας τὴν ἀρχαιοτάτην δόξαν ὑποτοπήσαντες, φιλονεικότερόν τε καὶ εὐτονώτερον ὑπαντιάζουσι λέγοντες Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν. ἴσον γὰρ ὡς εἰ καὶ ἔφασκον Κἂν σοφοῖς ἡμᾶς, ὦ οὗτος, περιαντλήσῃς λόγοις, κἂν τοῖς ἐξαισίοις περικτυπήσῃς θαύμασι καὶ ταῖς ὑπὲρ λόγον κατακροτήσῃς μεγαλουργίαις, οὐκ ἀποστήσεις τοῦ ἀρχαίου καυχήματος, οὐκ ἐπιγραψόμεθα τοῦ γένους ἀρχηγέτην πατέρα τὸν σὸν, ἑτέρῳ τὴν τοιαύτην οὐκ ἀναθήσομεν δόξαν, ἀλλ' οὐδὲ νέους γενάρχας τῶν ἀρχαιοτέρων ἀνταλλαξόμεθα. θαυμαστὸν δὲ οὐδὲν, ἀλλ' οὐδὲ τοῦ πιστεύεσθαι μακρὰν, τὸ τοιαύταις ἀμαθίαις περιπίπτειν Ἰουδαίους, ὅπου καὶ ψιλὸν ὑπάρχειν αὐτὸν ὑπελάμβανον ἄνθρωπον, καὶ τοῦ τέκτονος ἀπεκάλουν υἱὸν πολυτρόπως ἐξευτελίζοντες, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες τὸν ἁπάντων βασιλέα καὶ Κύριον. ὅτι δὲ καὶ περὶ τῆς ἁγίας παρθένου διετέθησαν οὐκ ὀρθῶς, ὡς ὑπό του κατεφθαρμένης, διὰ τῶν ἐφεξῆς σαφῶς δὴ λίαν εἰσόμεθα. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε. Διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, τρόπου τε καὶ λόγου τὸ τῶν Ἰουδαίων τιθασεύων θράσος ἐπεσκιασμένως αὐτοῖς προσλαλεῖ Χριστὸς, οὐ γυμνὸν προσάγων τὸν ἔλεγχον, ἀλλ' ἠπίῳ μὲν λόγῳ κεκραμένον, ὑφειμένως δέ πως καὶ ποικίλως αὐτῶν καταγοητεύων τι τὸν θυμόν. ἐπειδὴ δὲ πολὺ λίαν ἀνοηταίνοντας βλέπει, καὶ συνιέντας τῶν εἰρημένων οὐδὲν, ἐλεύθερον ἤδη καταπετάσματος, καὶ γυμνὸν ἁπάσης περιβολῆς ποιεῖται τὸν λόγον. ἔδει γὰρ ἔδει, φησὶν, εἰ τὸ ἐν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
