# Commentarii in Lucam (in catenis) 72.480

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.480

σθέντες δαίμονές τε καὶ διάβολος, Ἑλλήνων τὲ σοφοὶ (ὡς ἔφην) καὶ Φαρισαῖοι καὶ Γραμματεῖς· ἀλλὰ τούτους καθεῖλε, καὶ ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα, δεδωκὼς αὐτοῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἀπρακτῆσαι δὲ τὰς καθ' ἡμῶν ποιήσας βουλὰς τῶν τῇ διανοίᾳ ὑπερηφάνων· ἦσάν ποτε καὶ Ἰουδαῖοι τῇ δυναστείᾳ γαυρούμενοι· ἀλλὰ καθῃρέθησαν δι' ἀπιστίαν· οἱ δὲ ἐξ ἐθνῶν ἄσημοι ὄντες καὶ εὐτελεῖς, διὰ πίστιν ὑψώθησαν. Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. (B f. 16, H f. 44 b, E f. 59 b) Πεινῶντας μὲν τὸ γένος τῶν ἀνθρώπων λέγει· ἐλίμωττον γὰρ πλὴν Ἰουδαίων μόνων· οὗτοι δὲ ἐπλούτουν τῇ νομοθεσίᾳ, τῇ διδασκαλίᾳ τῶν ἁγίων προφητῶν· αὐτῶν γὰρ νομοθεσία ἡ υἱοθεσία, ἡ λατρεία, αἱ ἐπαγγελίαι· ἀλλ' οὗτοι μὲν ὑπερμαζήσαντες, καὶ λίαν τῷ ἀξιώματι ἐπαρθέντες, διὰ τὸ μὴ ταπεινῶς προσελθεῖν τῷ ἐνανθρωπήσαντι, ἐξαπεστάλησαν κενοὶ, μηδὲν ἐπιφερόμενοι, μήτε πίστιν, μήτε γνῶσιν, μήτε ἐλπίδα ἀγαθῶν· ἐκπεπτώκασι γὰρ καὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ, καὶ τῆς μελλούσης ἠλλοτριώθησαν ζωῆς τε καὶ δόξης, ἐπειδὴ οὐκ ἐδέξαντο τὸν ἀρχηγὸν τῆς ζωῆς, ἀλλὰ καὶ ἐσταύρωσαν τὸν Κύριον τῆς δόξης, καὶ ἐγκατέλιπον τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, καὶ ἐξουθένησαν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ κατελθόντα· διὰ τοῦτο καὶ ἦλθεν ἐπ' αὐτοὺς λιμὸς ὁ πάντων χαλεπώτατος, καὶ δίψα δίψης ἁπάσης πικροτέρα· οὐ γὰρ ἦν λιμὸς ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πεινῶντες καὶ διψῶντες καὶ ἐν κακοῖς τὴν ψυχὴν τηκόμενοι, ἐπειδὴ τὸν Κύριον προσήκαντο, ἐνεπλήσθησαν τῶν πνευματικῶν ἀγαθῶν· μετέβη γὰρ εἰς αὐτοὺς τὰ τῶν Ἰουδαίων καλά. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους. (E f. 59 b, F f. 744) Ἀντελάβετο Ἰσραὴλ, οὐ τοῦ κατὰ σάρκα, τοῦ τῷ ὀνόματι ψιλῷ σεμνυνομένου, ἀλλὰ τοῦ κατὰ πνεῦμα, τοῦ τὴν δύναμιν τῆς προσηγορίας τετηρηκότος, τουτέστιν τῶν εἰς αὐτὸν ὁρώντων καὶ πιστευόντων καὶ δι' αὐτοῦ τοῦ Υἱοῦ υἱοθετουμένων, καθὼς καὶ τοῖς πάλαι προφήταις καὶ πατριάρχαις ὁ λόγος καὶ ἡ ὑπόσχεσις· δύναται δὲ καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολλαὶ γὰρ ἐξ αὐτῶν μυριάδες ἐπίστευσαν. «Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ, καθὼς ἐπηγγείλατο τῷ Ἀβραάμ.» Καὶ εἰς πέρας ἤγαγεν ὅπερ ἦν εἰπὼν πρὸς αὐτὸν, ὅτι «Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» ἐπληροῦτο δὲ αὕτη ἡ ἐπαγγελία, ἐξ αὐτῆς μέλλοντος γεννᾶσθαι τοῦ κοινοῦ Σωτῆρος Χριστοῦ, ὅς ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ἐν ᾧ τὰ ἔθνη εὐλογοῦνται· «Σπέρματος γὰρ Ἀβραὰμ ἐπελάβετο,» καθώς φησιν ὁ Ἀπόστολος, καὶ οὕτω τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐπλήρωσε.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
