Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.481
Not analysed yet
Ἤγειρε κέρας σωτηρίας ἡμῖν. (E f. 26, H f. 54 b) Λαμβάνεται δὲ τὸ κέρας οὐ μόνον ἀντὶ δυνάμεως, ἀλλὰ καὶ ἀντὶ βασιλείας· ἀμφότερα δὲ ὁ Χριστός ἐστιν, ὁ ἐκ τῆς πατριᾶς καὶ τοῦ γένους Δαβὶδ ἀνατείλας ἡμῖν Σωτήρ· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμάχητος δύναμις τοῦ Πατρός. Ποιῆσαι ἔλεος. (I f. 133) Ἔλεος καὶ δικαιοσύνη Χριστός· ἠλεήθημεν γὰρ δι' αὐτοῦ, καὶ δεδικαιώμεθα τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. (A f. 12 b, E. f. 30, H f. 58) Ἀλλὰ γὰρ καὶ τοῦτο σκόπει, ὅτι Ὕψιστός ἐστιν ὁ Χριστὸς, οὗ προέδραμεν Ἰωάννης καὶ τῇ γεννήσει καὶ τῷ κηρύγματι· καὶ τί λοιπὸν φήσουσιν οἱ ἐλαττοῦντες αὐτοῦ τὴν θεότητα; Πῶς δὲ οὐ βούλονται συνιέναι, ὅτι τὸ, «Καὶ σὺ προφήτης Ὑψίστου κληθήσῃ,» παρὰ Ζαχαρίου εἴρηται, ὡς καὶ τῶν ἄλλων προφητῶν αὐτοῦ γεγονότων, ὡς Θεοῦ δηλαδή; Ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. (E f. 29 b) Τοῖς οὖν ἐν νόμῳ καὶ κατὰ τὴν Ἰουδαίαν λύχνος ἦν οἷα τις Χριστοῦ προβαδίζων ὁ Βαπτιστὴς, καὶ περὶ αὐτοῦ προανεφώνηκεν ὁ Θεός· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Προετύπου δὲ αὐτὸν καὶ ὁ νόμος, κελεύων ἄσβεστον διατηρεῖσθαι τὸν λύχνον ἐν τῇ πρώτῃ σκηνῇ· ἀλλ' οἱ Ἰουδαῖοι χρόνον βραχὺν ἐπ' αὐτῷ ἡσθέντες διά γε τὸ προσδραμεῖν αὐτοῦ τῷ βαπτίσματι, καὶ θαυμάσαι τὸν βίον, εὐθὺς κατεκοίμησαν αὐτὸν τῷ θανάτῳ, μονονουχὶ τὸν ἀειφανῆ λύχνον κατασβεννύοντες· διὰ τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγε περὶ αὐτοῦ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθελήσατε μικρὸν ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὀδὸν εἰρήνης. (I f. 132) Ἐπλανᾶτο μὲν γὰρ ἡ ὑπ' οὐρανὸν τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύουσα, καὶ τῷ τῆς ἀμαθείας κατεμελαίνετο σκότῳ, καὶ νὺξ οἷά τις ταῖς ἁπάντων διανοίαις ἐμπίπτουσα, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὁρᾷν οὐκ ἀφίει· ἀνέτειλεν δὲ τοῖς· ἐξ Ἰσραὴλ φωτὸς καὶ ἡλίου δίκην ὁ τῶν ὅλων Κύριος.