# Commentarii in Lucam (in catenis) 72.484

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.484

ΚΕΦ. Β. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, κ.τ.λ. (A f. 14 b, E f. 63 b, F f. 750, H f. 63 b) Χρησίμως δὲ καὶ ἀναγκαίως ἐπεσημήνατο ὁ εὐαγγελιστὴς τῆς τοῦ Σωτῆρος ἡμῶν γεννήσεως καιρόν. Ἵνα γὰρ μάθωμεν, ὡς βασιλεὺς τῶν ἐκ φυλῆς Δαβὶδ, οὐκ ἦν παρὰ τῶν ἐξ Ἰσραὴλ, ἀλλ' οἱ παρ' αὐτοῖς ἄρχοντες ἐκλελοίπασιν, εἰκότως διαμέμνηται τῶν τοῦ Καίσαρος θεσπισμάτων, ὡς ὑπὸ σκῆπτρα λοιπὸν ἔχοντος μετὰ τῶν ἄλλων τὴν Ἰουδαίαν· οὕτω γὰρ κεκέλευκε γενέσθαι τὴν ἀπογραφήν. Διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. (E f. 63 b, F f. 748 b) Ἡ μὲν οὖν τῶν ἱερῶν Εὐαγγελίων βίβλος εἰς τὸν Ἰωσὴφ τὴν γενεαλογίαν κατάγουσα, ἐκ τοῦ Δαυιδικοῦ ἔχοντα οἴκου τὸ γένος, ἔδειξε δι' αὐτοῦ καὶ τὴν Παρθένον τοῦ Δαβὶδ συμφυλέτιν, τοῦ θείου νόμου τὰς συζυγίας ἀπὸ φυλῆς θεσπίζοντος γίνεσθαι τῆς αὐτῆς. Ὁ δὲ τῶν οὐρανίων ὑποφήτης δογμάτων, ὁ μέγας ἀπόστολος Παῦλος, ἀναφανδὸν διασαφεῖ τὴν ἀλήθειαν, ἐξ Ἰούδα μαρτυρῶν ἀνατεῖλαι τὸν Κύριον.—(E f. 70, F f. 754 b) Ἀλλὰ διάφοροι μὲν αἱ πρὸς ἑνότητα συνενεχθεῖσαι φύσεις τὴν ἀληθινὴν, εἷς δ' ἐξ ἀμφοῖν Θεὸς καὶ Υἱὸς, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν, Θεοτόκον τὴν ἁγίαν Παρθένον κηρύττομεν, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Ὁρῶμεν γὰρ ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον, ἀσυγχύτως καὶ ἀδιαιρέτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ Λόγος Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Εἰ δὲ καὶ διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, ἀλλ' οὖν εἷς ὁ ἐξ ἀμφοῖν γε μόνος· καὶ οὐ διαιρετέον τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς, καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, τὴν τῶν φύσεων εἰδότα διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις αὐτὰς διατηροῦντα. Σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ. (A f. 14, E f. 64, F f. 748 b, H f. 62) Ὁ δέ γε ἱερὸς εὐαγγελιστὴς, μεμνηστεῦσθαί φησι τῷ Ἰωσὴφ τὴν Μαριὰμ, δεικνὺς ὡς ἐπὶ μόνοις τοῖς μνήστροις ἡ σύλληψις, καὶ παράδοξος ἡ γέννησις τοῦ Ἐμμανουὴλ, καὶ τοῖς τῆς ἀνθρωπίνης φύσεως οὐκ ἀκολουθοῦσα νόμοις· οὐ γὰρ τέτοκεν ἡ ἁγία Παρθένος, ἀν-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
