# Commentarii in Lucam (in catenis) 72.485

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.485

θρωπίνου σπέρματος λαβοῦσα καταβολήν. Καὶ τίς ὁ τοῦδε λόγος; Ἡ πάντων ἀπαρχὴ Χριστὸς, ὁ δεύτερος Ἀδὰμ, κατὰ τὰς Γραφὰς, γεννητὸς γέγονε Πνεύματος, ἵνα καὶ εἰς ἡμᾶς παραπέμψῃ τὴν χάριν· ἐμέλλομεν γὰρ καὶ ἡμεῖς, οὐκ ἀνθρώπων ἔτι χρηματίζειν τέκνα, Θεοῦ δὲ μᾶλλον, τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν ἐν πρώτῳ λαχόντες Χριστῷ· ἵνα γένηται αὐτὸς πρωτεύων ἐν πᾶσι, καθά φησιν ὁ πάνσοφος Παῦλος. Οἰκονομικώτατα δὲ τῆς ἀπογραφῆς ὁ καιρὸς πέπομφεν εἰς Βηθλεὲμ τὴν ἁγίαν Παρθένον, ἵνα ἑτέραν ἴδωμεν προφητείαν ἐκτετελεσμένην· γέγραπται γὰρ ὡς ἔφημεν· «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ.»—(B f. 22) Πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ σαρκὶ γεγέννηται ἡ Παρθένος, διέφθαρται· εἰ δὲ οὐ διέφθαρται, κατὰ φαντασίαν γεγέννηται, φαμέν· Ὁ προφήτης λέγει, ὅτι [Κύριος ὁ Θεὸς Ἰσραὴλ] εἰσῆλθε καὶ ἐξῆλθε καὶ μένει ἡ πύλη κεκλεισμένη. Καὶ εἰ ἀσυγχύτως ὁ Λόγος σὰρξ ἐγένετο, ἀσπόρως πάντως συλληφθεὶς, ἀφθόρως γεγέννηται. Καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. (A f. 25, B f. 22 b, E f. 71, F f. 755 b, H f. 71) Ποῖον ἄρα πρωτότοκον; Πρωτότοκον λέγει νῦν, οὐ τὸν πρῶτον ἐν ἀδελφοῖς, ἀλλὰ τὸν καὶ πρῶτον καὶ μόνον· ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν ταῖς σημασίαις τοῦ πρωτοτόκου· καὶ γὰρ καὶ πρῶτόν ἐστιν ὅτε τὸν μόνον ἡ Γραφὴ καλεῖ· ὡς τό· «Ἐγώ εἰμι Θεὸς πρῶτος, καὶ μετ' ἐμοῦ οὐκ ἔστιν ἕτερος.» Ἵνα οὖν δείξῃ, ὅτι οὐ ψιλὸν ἄνθρωπον ἐγέννησεν ἡ Παρθένος, ἐπήγαγεν τὸν πρωτότοκον· ἕτερον γὰρ οὐκ ἔσχεν υἱὸν, μείνασα παρθένος, ἀλλὰ τὸν τοῦ Πατρός· περὶ οὗ καὶ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δαβὶδ βοᾷ· «Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Τούτου καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·» Εἶτα πῶς εἰσβέβηκεν εἰς τὴν οἰκουμένην; Ἔξω γὰρ ὑπάρχει αὐτῆς, οὐ τοπικῶς μᾶλλον, ἀλλὰ φυσικῶς· ἕτερος γὰρ κατὰ φύσιν ἐστὶ παρά γε τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην. Εἰσβέβηκε δὲ εἰς αὐτὴν γενόμενος ἄνθρωπος, καὶ μέρος αὐτῆς χρηματίσας διὰ τὴν σάρκωσιν· καίτοι γὰρ μονογενὴς ὑπάρχων θεϊκῶς, ἐπειδὴ γέγονεν ἡμῶν ἀδελφὸς, ταύτῃ τοι καὶ ὠνομάσθη πρωτότοκος, ἵνα ὡς ἀπαρχὴ τῆς τῶν ἀνθρώπων υἱοθεσίας γεγονὼς, καὶ ἡμᾶς υἱοὺς Θεοῦ γενέσθαι παρασκευάσῃ. (E f 73, F f. 758) Ὥστε τὸ πρωτότοκον, περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε· κατὰ γὰρ τὴν θεότητα μονογενής· πάλιν μονογενὴς μὲν καθ' ὃ Λόγος ἐστὶν ἐκ Πατρός· ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος· εἷς γὰρ καὶ μόνος ὁ ὁμοούσιος τῷ Πατρὶ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκον δὲ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
