# Commentarii in Lucam (in catenis) 72.488

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.488

διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ προσπεπλεγμένης αἰτίας, καθ' ἥν ἐστιν μονογενὴς, τοῦτο καλεῖται, ἀλλ' ἀπολελυμένως, Μονογενὴς Θεὸς ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὦν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι' ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν· τὸ μὲν, καθ' ὃ γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· τὸ δὲ, καθ' ὃ πρῶτος αὐτὸς εἰς ἀφθαρσίαν τὴν ἑαυτοῦ σάρκα ἀνέστησε· καὶ ἔστη μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς Θεὸς ἐκ Θεοῦ, καὶ μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ ἀναλάμψας, καὶ φῶς ἐκ φωτός· πρωτότοκος δὲ δι' ἡμᾶς ἵν' ἐπειδὴ καλεῖται τῶν πεποιημένων πρωτότοκος, δι' αὐτὸν σώζηται τὰ κατ' αὐτόν· εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἐστι πρωτότοκος· εἰ δὲ, κατ' Εὐνόμιον, πρωτότοκος ἐκ Θεοῦ λέγεται ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρου· εἰ δὲ μόνος, ἀλλ' οὐ πρὸ ἄλλων γεννηθεὶς, ἐκ Μαρίας πρωτότοκος κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ' ὡς μόνος γεννηθείς. Ἔτι εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὴ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα υἱῶν λεγομένων αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου λαχόντων τὴν κλῆσιν. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, λέγοιτ' ἂν πρωτότοκος δικαίως, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ' ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος· καὶ ὥσπερ τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα· «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα,» οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ' αὐτὸν νοεῖσθαι, οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, εἴτ' οὖν πρωτότοκος πρὸ πάσης κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς· ἀλλ' ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, «Ἐγώ εἰμι πρῶτος,» οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς κτίσεως λέγεται· δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονεν, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς Κτίστης καὶ Δημιουργός. Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ. (A f. 29, E f. 78 b, F f. 763, H f. 81 b) Εὗρεν ἀποκτηνωθέντα τὸν ἄνθρωπον· διὰ τοῦτο ἐν φάτνῃ ὡς ἐν τάξει τροφῆς τέθειται, ἵνα τὸν κτηνοπρεπῆ μεταμείψαντες βίον, εἰς τὴν ἀνθρώπῳ πρέπουσαν ἀνακομισθῶμεν σύνεσιν· καὶ οἱ κτηνώδεις τῇ ψυχῇ, προσελθόντες τῇ οἰκείᾳ τραπέζῃ τῇ φάτνῃ, εὕρωμεν μηκέτι χόρτον, ἀλλ' ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸ τῆς ζωῆς σῶμα.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
