# Commentarii in Lucam (in catenis) 72.496

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.496

ρήνην, καὶ ἀποκαταλλάττων ἀμφοτέρους ἐν ἐνὶ σώματι πρὸς τὸν Πατέρα· εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, συνεῖραί τε τοῖς ἄνω τὰ κάτω, καὶ ἀγέλην ἀποφῆναι μίαν, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· γέγονεν οὖν ἡμῖν εἰρήνη τε καὶ εὐδοκία Χριστός. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, κ.τ.λ. (B f. 24 b) Ἔστι νοεῖν ὡς ἀρχάγγελος ἦν, ὁ τοῖς ποιμέσι τὴν χαρὰν εὐαγγελισάμενος, ἅμα τῇ ὑπ' αὐτὸν στρατιᾷ κατιὼν ἐπὶ τὰ τῆς σωτηρίας τῶν ἀνθρώπων εὐαγγέλια· κἂν τέως μονώτατος αὐτοῖς διελέγετο, μὴ ὑποπιπτούσης ταῖς αὐτῶν ὄψεσι τῆς ὑπ' αὐτὸν στρατιᾶς, διὰ τὸ τῆς φύσεως ἀόρατον. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως. (A f. 33 b, E f. 89, H f. 96) Τέως οὖν ἴδομεν αὐτὸν, διὰ τῶν ἀρτίως ἀνεγνωσμένων, τοῖς διὰ Μωϋσέως εἴκοντα νόμοις· μᾶλλον δὲ τὸν νομοθέτην αὐτὸν καὶ Θεὸν, ὡς ἄνθρωπον τοῖς ἑαυτοῦ θεσπίσμασιν ὑποκείμενον· καὶ διὰ ποίαν αἰτίαν, διδάξει λέγων ὁ σοφώτατος Παῦλος· «Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι [E sine ἔτι] καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ πῶς; Πληρώσας αὐτόν. Καὶ καθ' ἕτερον δὲ τρόπον· Ἵνα λύσῃ τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν ἑαυτὸν παρέστησεν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί· γέγραπται γὰρ, ὅτι «Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ' ἡμῶν τὸν αὐχένα, οἰκονομικῶς καὶ τοῦτο πράττων· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες ἦν τὴν ἐν σαρκὶ τελεῖσθαι περιτομὴν, κατά γε τὸ δοκοῦν τῷ νόμῳ, περιτέμνεται καὶ αὐτὸς ὁ τὸν νόμον δοὺς τῷ Μωϋσῇ, καὶ πρὸ τούτου τῷ Ἀβραάμ. Δέχεται καὶ τὸ ὄνομα, τουτέστι τὸ, Ἰησοῦς· ἑρμηνεύεται δὲ τοῦτο, Σωτηρία λαοῦ· οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν ἴδιον Υἱὸν γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· γέγονε γὰρ τότε σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς, μᾶλλον

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
