# Commentarii in Lucam (in catenis) 72.497

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.497

δὲ παντὸς ἔθνους, καὶ πάσης τῆς ὑπ' οὐρανόν· ἐν ταὐτῷ τοιγαροῦν τὸ τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, φέρε δὴ πάλιν ἴδωμεν. Ὁ μακάριος ἔφη Παῦλος· «Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν.» Ἆρ' οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωϋσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν αὐτήν; Ναὶ, φαίην ἄν· ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, οὐδέν ἐστιν παντελῶς· ὠδίνει δὲ μυστηρίου τύπον· κατὰ γὰρ τὴν ὀγδόην ἡμέραν ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, καὶ δέδωκεν ἡμῖν τὴν ἐν πνεύματι περιτομήν. Προστέταχε γὰρ τοῖς ἁγίοις ἀποστόλοις, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τελεῖσθαι δέ φαμεν τὴν ἐν πνεύματι περιτομὴν ἐν καιρῷ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος.—(E f. 89 b) Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωϋσέα στρατηγήσας· διεβίβασε γὰρ πρότερον τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραήλ· εἶτα καθίσας εὐθὺς μαχαίραις περιέτεμε πετρίναις. Οὐκοῦν ὅτε διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος· οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα παρ' αὐτοῦ καὶ δι' αὐτοῦ· «Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε.» Οὐκοῦν ὁ θάνατος αὐτοῦ ὑπὲρ ἡμῶν γέγονε, καὶ ἡ ἀνάστασις καὶ ἡ περιτομή· ἀπέθανε γὰρ, ἵνα ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐτοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, μηκέτι ζήσωμεν τῇ ἁμαρτίᾳ. Διὸ εἴρηται· «Εἰ συναπεθάνομεν, καὶ συζήσομεν» Ἀποθανεῖν δὲ λέγεται τῇ ἁμαρτίᾳ, οὐχ ὅτι ἥμαρτεν («Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»), ἀλλὰ διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ὥσπερ οὖν συναπεθάνομεν αὐτῷ ἀποθνήσκοντι, καὶ συναναστῶμεν αὐτῷ. Πάλιν ἐπειδὴ γέγονεν μεθ' ἡμῶν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃ τοι καὶ τὸ καθ' ἡμᾶς οὐκ ἀτιμάζει μέτρον, ἀλλὰ μεθ' ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον γέγονε, καίτοι νομοθέτης ὢν αὐτὸς ὡς Θεός· περιτέμνεται ὀκταήμερος μετὰ Ἰουδαίων, ἵνα τὴν συγγένειαν βεβαιώσῃ, ὅπως μὴ ἀρνήσωνται αὐτόν· ἐκ σπέρματος γὰρ Δαβὶδ προσεδοκᾶτο ὁ Χριστός· καὶ ἔδειξε τὸ τεκμήριον τῆς συγγενείας. Εἰ γὰρ καὶ περιτμηθέντος αὐτοῦ ἔλεγον, Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν· εἰ μὴ περιετμήθη κατὰ σάρκα, καὶ τὸν νόμον ἐφύλαξεν, ἔσχεν ἂν πρό-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
