Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.508
Not analysed yet
Ἀνθρώπινον ὑπομένει τόκον, καίτοι τὸ ἄναρχον καὶ ἄχρονον θεϊκῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας, αὐτὸς ὢν ἡ πᾶσα σοφία. Καὶ τί πρὸς τοῦτό φαμεν; Ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεϊκῶς, ἐν τῷ λέγεσθαι λαβεῖν· οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὢν ὁ Λόγος. Τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα, τὸν τῆς κενώσεως διαδείκνυσι τρόπον. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον, τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον· ἀλλ' ὅτε γέγονε σὰρξ, ἤγουν ἄνθρωπος καθ' ἡμᾶς, τότε τίκτεται μὲν ἐκ γυναικὸς κατὰ σάρκα, λέγεται δὲ καὶ ὑπομεῖναι τὰ ἀνθρώπινα. Ἦν μὲν γὰρ ἱκανὸς Θεὸς ὢν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου, καὶ ἐκ μήτρας εὐθὺς τὴν ἰδίαν ἀναβιβάσαι σάρκα· ἀλλ' ἦν οὐ μακρὰν τερατοποιίας τὸ δρώμενον. Διὰ τοῦτο τοῖς τῆς ἀνθρωπότητος ἔθεσί τε καὶ νόμοις, τὸ κρατεῖν ἐδίδου καὶ ἐπὶ τῆς ἑαυτοῦ σαρκός. Οὕτω καὶ ἐν σοφίᾳ προκόπτειν ἂν λέγοιτο, οὐ προσθήκην σοφίας δεχόμενος, καθ' ὃ νοεῖται Θεὸς ὁ ἐν πᾶσι παντέλειος, καὶ ἀπροσδεὴς εἰσάπαν τῶν θεοπρεπῶν ἀξιωμάτων, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντος κατὰ βραχὺ τῆς σοφίας τὴν ἔκφανσιν. (A f. 42 b. ,H f. 124 b) Προκόπτει δὲ ἡλικίᾳ μὲν σῶμα, σοφίᾳ δὲ ψυχή. Θεότης γὰρ οὐδετέραν ἐπίδοσιν ἐπιδέχεται· παντέλειος γὰρ ὁ τοῦ Θεοῦ Λόγος. Εἰκότως δὲ συνέζευξε τῇ τῆς ἡλικίας αὐξήσει, τὴν τῆς σοφίας ἐπίδοσιν· πρὸς γὰρ τὸ μέτρον τῆς τοῦ σώματος ἡλικίας, ἀπεκάλυπτεν ἡ θεία φύσις τὴν οἱ κείαν σοφίαν. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς. (A f. 45, B f. 32, C f. 110, E f. 109, H f. 132 b) Εἰπὼν ὁ εὐαγγελιστὴς, ὅτι προέκοπτεν ὁ Ἰησοῦς ἐν σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώποις, δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ Παρθένῳ, ἑορτῆς καλούσης εἰς τοῦτο· εἶτά φησιν ἀπομεῖναι μὲν αὐτὸν, εὑρεθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντά τε καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμένα· εἶτα θαυμαζόμενον ἐπὶ ταῖς ἐρωτήσεσιν ὑπὸ πάντων καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα διὰ τοῦ γινώσκεσθαι πολλοῖς ὅτι τοιοῦτός ἐστιν. Ὁ Πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. (B f. 33) ᾝδει μὲν γὰρ ἡ μήτηρ αὐτοῦ μὴ τέκνον εἶναι αὐτὸν τοῦ Ἰωσήφ· ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων τοῦτό φησι· καὶ ἐπειδὴ εἶπεν, ὅτι «Ὁ