# Commentarii in Lucam (in catenis) 72.509

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.509

πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε,» ὁ Σωτὴρ πρὸς τοῦτο λέγει· Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; (A f. 45 b, E f. 110 b, H f, 134) Ἐνταῦθα οὖν πρώτως τοῦ ἀληθῶς Πατρὸς φανερώτερον μνημονεύει, καὶ παραγυμνοῖ τὴν ἑαυτοῦ θεότητα. Ἐπειδὴ γὰρ ἔφασκεν ἡ ἁγία Παρθένος· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως;» τότε δὴ, τότε τῶν ἀνθρωπίνων ἐπέκεινα μέτρων ἑαυτὸν ὄντα δεικνὺς, καὶ διδάσκων ὅτι γέγονε μὲν ὑπουργὸς τῆς οἰκονομίας αὐτὴ τεκοῦσα τὴν σάρκα, φύσει δὲ καὶ ἀληθείᾳ Θεὸς ἦν, καὶ Υἱὸς τοῦ ἐν οὐρανοῖς ὄντος Πατρὸς, φησίν· «Οὐκ ᾔδειτε,» κ.τ.λ.—(A f. 45 b., E f. 110 b., H f. 134) Ἐνταῦθα οἱ ἀπὸ Οὐαλεντίνου ἀκούοντες, ὅτι Θεοῦ ἦν ὁ ναὸς, καὶ νῦν ἐν ἰδίοις ὁ Χριστὸς, ὁ καὶ πάλαι διὰ τοῦ νόμου γραφόμενος, καὶ ὡς ἐν σκιαῖς καὶ τύποις μορφούμενος, αἰδείσθωσαν λέγοντες, ὅτι οὐχ ὁ Δημιουργὸς, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, οὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. (A f. 46, B f. 33 b., E f. 112, H f. 136 b) Φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης· «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.» Ποῖ ποτε προκόψει τὸ πλῆρες; ἢ ποίαν ὅλως ἐπιδέξεται προσθήκην, οὗ ἐπέκεινα μηδέν; Οὐκοῦν οὐ καθ' ὃ Λόγος ἐστὶ καὶ Θεὸς προκόπτειν εἴρηται, ἀλλ' ὅτι μειζόνως ἀεὶ θαυμαζόμενος, χαριέστερος παρὰ τοῖς ὁρῶσι διὰ τῶν ἀποτελεσμάτων ἀπεδείκνυτο, προκοπτούσης, ὡς ἔστι μᾶλλον εἰπεῖν ἀληθέστερον, τῆς τῶν θαυμάτων ἕξεως ἐν ταῖς τῶν ὁρώντων διανοίαις, ἤπερ αὐτοῦ τοῦ τελείου πρὸς χάριν ὡς Θεοῦ. Σκόπει δὲ ὡς τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ' ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον. Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ ἐπιτήρει ὡς οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ' «Ὁ Ἰησοῦς,» ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ' ὅτι γέγονε σὰρξ, καὶ προκόπτειν λέγεται, ὅτε τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι τὸ ἀνθρώπινον. Τῆς οὖν ἀνθρωπότητος ἂν εἴη, καὶ κατὰ ταύτης ἂν φέροιτο εὐλόγως τὸ, προέκοπτεν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
