# Commentarii in Lucam (in catenis) 72.517

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.517

ἡ ὀργή. Καὶ τοῦτο ἡμῖν ὁ προφήτης Ζαχαρίας φανερὸν ἐποίει, λέγων· «Ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου.» Ἔφη δὲ καὶ Ἱερεμίας, ὡς πρὸς αὐτήν· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ' αὐτὴν, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά.» Εἰς τοῦτο λήψῃ καὶ τὴν ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς συκῆς παραβολήν. Οὐκοῦν ὡς ἄκαρπον καὶ οὐκ εὐγενὲς ἔτι φυτὸν ἐξεκόπη παρὰ Θεοῦ· πλὴν οὐκ εἰς τὴν ῥίζαν τὴν ἀξίνην τεθεῖσθαί φησιν, ἀλλὰ πρὸς τὴν ῥίζαν, τουτέστιν ἐγγὺς τῆς ῥίζης. Ἐξεκόπησαν γὰρ οἱ κλάδοι, καὶ οὐκ ἐκ ῥίζης αὐτῆς ἀνεβοθρεύθη τὸ φυτόν· σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐχ ὁλόῤῥιζος ἀπόλωλεν. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι. (A f. 53, H f. 157 b) Τρία τάγματα εἰσήγαγε Λουκᾶς ὁ μακάριος, πυνθανόμενα τοῦ Ἰωάννου, ὄχλους, τελώνας, στρατιώτας τὸ τρίτον· καθάπερ δέ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τῶν παθῶν τὸ πρόσφορόν τε καὶ εἰκὸς ἐπιφέρει βοήθημα, οὕτως καὶ ὁ Βαπτιστὴς ἑκάστῳ τῶν ἐπιτηδευμάτων τὸν ἐπωφελῆ καὶ πρέποντα λόγον ἐδίδου· τοῖς μὲν ὄχλοις βαδίζουσιν εἰς μετάνοιαν, φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κελεύων· τελώναις δὲ, τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδόν· τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν, πανσόφως ἐπιφωνῶν, ἀρκεῖσθαι δὲ τοῖς ὀψωνίοις. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν καρδίαις αὑτῶν περὶ τοῦ Ἰωάννου, κ.τ.λ. (A f. 53 b, E f. 155, F f. 786, H f. 159) Οὕτως ἦν ἀξιάγαστος καὶ μέγας ὁ Ζαχαρίου παῖς, ὡς εἰς τοῦτο ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενος, καὶ διὰ προφητῶν ἁγίων προκεκηρυγμένος. Ἐπειδὴ δὲ ἅπαξ εἰς τοῦτο ὑπονοίας προῆλθόν τινες, ἀποκείρει ὑποψίαν, Δεσποτικοῖς ἀξιώμασι ὡς οἰκέτης παραχωρῶν· ἀμέτρητον γὰρ τὸ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων. Καί που ταῦτα λέγοντα τὸν ἱερὸν εὑρήσομεν Βαπτιστὴν ἐν τῇ κατὰ τὸν Ἰωάννην εὐαγγελικῇ συγγραφῇ· ἔφη γὰρ οὕτως· «Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε, ὅτι εἶπον ὡς οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.» Ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, κ.τ.λ. (A f. 53 b, E f. 155, F f. 786, H f. 159 b) Ἀποφήνας τοίνυν ἑαυτὸν οὐκ ὄντα Χριστὸν, ἐπιφέρει λοιπὸν ἀποδείξεις, δι' ὧν ἔστι μαθεῖν, ὡς ἀμέτρητόν τι μεταξὺ διαφαίνεται Θεοῦ καὶ ἀνθρώπων, δούλου καὶ Δεσπότου, τοῦ προβαδίζοντος οἰκετικῶς, καὶ τοῦ θεοπρεπῶς ἀναλάμποντος· εἴπερ ὑπάρχων τοσοῦτος εἰς ἀρετὴν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἄξιον ἑαυτὸν εἶναί φησιν, οὐδ' ὅσον εἰπεῖν τοῦ ἀποθίγειν τῶν ὑποδημάτων αὐτοῦ. Εἶτα τούτοις ἑτέραν ἀπόδειξιν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
