# Commentarii in Lucam (in catenis) 72.520.1

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.520.1

εὐθὺς ἐπιφέρει· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἐνιέναι δύνασθαί τισι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν τοὺς προσιόντας αὐτῇ· ἐνυπάρχει δὲ τοῦτο, οὐ κατὰ λῆψιν καὶ μέθεξιν τὴν παρ' ἑτέρου τινὸς, ἀλλ' οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν ἁγίῳ Πνεύματι. Θεὸς οὖν ἄρα ἐστὶ, καὶ καρπὸς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ' ἔδρα τοῦτο καὶ ὅτε γέγονεν ἄνθρωπος, εἶς ὢν Υἱὸς μετὰ τῆς ἀῤῥήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὐτῷ σαρκός. Καὶ γοῦν ὁ μακάριος Βαπτιστὴς προειπὼν, «Οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω τὸν σφαιρωτῆρα τῶν ὑποδημάτων (οὕτω δὲ εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος, τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ χρῶνται οἱ βάρβαροι), προσεπήνεγκεν εὐθύς· «Οὗτος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων. Οὐ γάρ τοι φαίη τις ἂν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ' ἡμᾶς, πόδας εἶχε καὶ ὑποδήματα· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν, ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ἀλλὰ, Ναὶ, φησὶν, ἐνήργηκεν ὁ Λόγος τὰ θεοπρεπῆ διὰ τοῦ ἐκ σπέρματος Δαβίδ. Οὐκοῦν ἀντεροῦμέν σοι ταῦτα λέγοντι, τοῦ Ἰωάννου τὰ ῥήματα· ἔφη γάρ που πρὸς Ἰουδαίους· «Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, αὐτός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς καταβαῖνον τὸ Πνεῦμα, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ· κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἰδοὺ δὲ, σαφῶς ἄνδρα λέγων, πρὸ αὐτοῦ γενέσθαι φησὶ, καὶ εἶναι πρῶτον αὐτοῦ, προϋπάρχοντα δηλονότι θεικῶς, κατά γε τὸ παρ' αὐτοῦ σαφῶς εἰρημένον τοῖς Ἰουδαίων δήμοις· «Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·» εἶτα πρὸς τούτῳ καὶ καταβῆναί φησιν ἐπ' αὐτὸν τὸ Πνεῦμα ἐξ οὐρανοῦ. Ἆρ' ἐπὶ γυμνὸν καὶ ἄσαρκον ἔτι τὸν τοῦ Θεοῦ Λόγον καταβῆναί φασι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸν τοῦ Πνεύματος χορηγὸν, τοῦ ἰδίου Πνεύματος μέτοχον ἀποφαίνουσιν; Ἢ μᾶλλον ἐκεῖνό φασιν, ὅτι τὸ Πνεῦμα λαβὼν ἀνθρωπίνως, βαπτίζει θεϊκῶς ἐν ἁγίῳ Πνεύματι, καὶ ἔστιν αὐτὸς ὁ εἷς τε καὶ μόνος, καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς αὐτὸς μεμαρτύρηκεν ὁ μακάριος Βαπτιστής; (A f. 54 b, E f. 157, F f. 788, H f. 162) Ῥητέον καὶ οὕτως· Τάχα δὲ τῇ τοῦ Πνεύματος σημασίᾳ, τὴν τοῦ πυρὸς συνέδησεν ὁ μακάριος Βαπτιστὴς, οὐκ ἐν πυρὶ πάντας βαπτισθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ Πνεύματος ἐνέργειαν τὴν ζωοποιὸν διὰ τῆς τοῦ πυρὸς σημασίας σημαίνων· ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τὸ ἓν Πνεῦμα τὰς προσηγορίας.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
