Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.521
Not analysed yet
Διακαθαριεῖ τὴν ἅλωνα αὑτοῦ. (A f. 56, E f. 158 b, F f. 789, H f. 168) Ἰδοὺ δέ φησιν ὁ μακάριος Βαπτιστὴς, Χριστῷ διαφέρειν ὡς Δεσπότῃ τὴν ἅλωνα· τοῦτο γὰρ σημαίνει τὸ αὐτοῦ. Οὕτω γὰρ αὐτὴν καθαίρει, διιστὰς καὶ διακρίνων ἀπὸ τοῦ σίτου τὸ ἄχυρον. Διανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων, ὀφθήσεσθαι λέγει, ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν, σίτου δίκην ταῖς οὐρανίαις εἰσκομίζειν αὐλαῖς, πυρὸς δὲ ποιεῖσθαι τροφὴν, ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ὁ μὲν γὰρ σῖτος, φησὶ, εἰς ἀποθήκην εἰσκομίζεται, τουτέστιν ἀσφαλείας ἀξιοῦται τῆς παρὰ Θεοῦ, φειδοῦς τε καὶ φυλακῆς καὶ ἀγάπης· τό γε μὴν ἄχυρον ὡς ἄχρηστος ὕλη, πυρὶ δαπανᾶται. —(A f. 56 b, E f. 158 b, F f. 789 b, H f. 168 b) Ἄκουε δὲ τί καὶ διὰ Ἱερεμίου φησὶν ὁ Θεὸς, σύγκρισιν προφητῶν καὶ ψευδοπροφητῶν ποιούμενος· «Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;» ἤγουν ἡ κουφολογία πρὸς τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ παρὰ Θεοῦ λόγος τροφιμωτάτην ἔχει τὴν δύναμιν· ὁ δὲ τῶν ἀνοσίων ψευδοδιδασκάλων, εὐδιαθρυπτότατός τε καὶ ἀχυρώδης ὑπάρχων, οὐδεμίαν τοῖς ἀκροωμένοις ἐμποιεῖ τὴν ὄνησιν. Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν. (E f. 163, F f. 793) Βαπτίζεται δὲ ὁ Ἰησοῦς εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἅγιος γάρ ἐστιν ἁγίων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι' αὐτοῦ· ἐκ τοῦ πληρώματος γὰρ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἐκπορεύεται μὲν γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἔστι δὲ καὶ ἴδιον τοῦ Υἱοῦ. Καὶ γοῦν εἴρηται πλεισταχοῦ Πνεῦμα Χριστοῦ, τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον Πνεῦμα· καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, ποτὲ μέν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Καὶ πάλιν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ.» Οὐκοῦν ἐκπορεύεται μὲν, ὡς ἔφην, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, χορηγεῖ δὲ αὐτὸ τῇ κτίσει καὶ δίδωσι τοῖς ἀξίοις ὡς φύσει τε καὶ ἀληθῶς Υἱὸς, ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ τοῖς τοῦ Πατρὸς ἀξιώμασι διαπρέπων. Καὶ γοῦν ἔφασκεν·