# Commentarii in Lucam (in catenis) 72.536

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.536

δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ. Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν. (A f. 77, H f. 234 b) Ἀφεὶς τὰς ἐν ταῖς πόλεσι διατριβὰς, ταῖς ἐρήμοις ἐνηυλίζετο· ἐκεῖ νενήστευκε πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, ἐκεῖ νενίκηκεν ὑπὲρ ἡμῶν, ἐκεῖ συνέτριψε τὰς κεφαλὰς τῶν δρακόντων, ἐκεῖ, καθά φησιν ὁ μακάριος Δαβὶδ, τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθῄρηνται, τουτέστιν ὡς πύργοι καὶ πόλεις ὄντες· κατευμεγεθήσας τοίνυν τοῦ Σατανᾶ, καὶ στεφανώσας ἐν ἑαυτῷ τὴν τοῦ ἀνθρώπου φύσιν τοῖς κατ' ἐκείνου βραβείοις, ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν, ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐνεργείᾳ τε καὶ δυνάμει χρώμενος, πλείστας τε θεοσημείας ἀποτελῶν, καὶ πολὺ τὸ θαῦμα παρεχόμενος. Εἰργάζετο δὲ τὰς θεοσημείας, οὐκ ἔξωθεν καὶ πεπορισμένην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς, ὑπάρχων δὲ μᾶλλον φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ κλῆρον ἴδιον ἔχων τὰ αὐτοῦ· καὶ γὰρ ἔφη πρὸς αὐτὸν, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Δεδόξασται τοίνυν ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ ὁμοουσίου Πνεύματος. Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ· καὶ εἰσῆλθεν εἰς τὴν συναγωγήν. (A f. 77, H f. 235) Ἐπειδὴ ἐχρῆν λοιπὸν ἐμφανῆ ἑαυτὸν καταστῆσαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τὸ τῆς ἐνανθρωπήσεως ἐκλάμψαι μυστήριον τοῖς οὐκ εἰδόσιν αὐτὸ, καὶ ὅτι κέχρισται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπὸ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ· χαρίζεται δὲ τοῦτο πρό γε τῶν ἄλλων τοῖς ἐν Ναζαρὲτ, οἷς καὶ συνετράφη, κατά γέ φημι τὴν σάρκα. Εἰσελθὼν τοίνυν ἐν τῇ συναγωγῇ, δέχεται βιβλίον εἰς ἀνάγνωσιν· καὶ ἀνοίξας, προφητικὴν ἐπελέξατο ῥῆσιν, τὸ περὶ αὐτοῦ λαλοῦσαν μυστήριον.—Ἐναργέστατα δὲ διὰ τούτων αὐτὸς ἦν ὁ λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς καὶ ἐνανθρωπήσει καὶ ἀφίξεται διασώσων τὴν ὑπ' οὐρανόν· κεχρίσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ τὴν σάρκα γενόμενον δηλονότι καθ' ἡμᾶς καὶ ἐνανθρωπήσαντα· Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος, ὁ αὐτὸς δίδωσι μὲν θεϊκῶς τὸ Πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐτὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, ὁ πᾶσαν ἁγιάζων τὴν κτίσιν, ἅτε καὶ ἐξ ἁγίου Πατρὸς πεφηνὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κ.τ.λ. (B f. 50) Σαφῶς διὰ τούτων δηλοῖ, ὡς τὸ τῆς κενώσεως ὑφειμένον, καὶ ὑποβεβηκὸς, καὶ αὐτὸ τὸ Χριστὸς ὄνομά τε καὶ πρᾶγμα δι' ἡμᾶς κατεδέξατο. Τὸ γὰρ Πνεῦμα, φησὶν, ὅπερ ἐστὶ φυσικῶς ἐν ἐμοὶ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
