# Commentarii in Lucam (in catenis) 72.544

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.544

αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἦν, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ; Οὐχ ὁρᾷς τὰς θεοσημείας, πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμονίων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γεγονότας πολλούς; Ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις, εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ὢ πολλῆς ἀβουλίας. Ἀληθὲς ἐπ' αὐτοῖς εἰπεῖν· «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.» Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, κ.τ.λ. (A f. 78, B f. 51 b, C f. 113 b, H f. 238) Κοινὸς λόγος παρὰ Ἰουδαίων ἦν, ἀστεϊσμοῦ χάριν ἐξευρημένος· τοῖς γὰρ ἀῤῥωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινές· «Ἰατρὲ, θεράπευσον σεαυτόν.» Ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν ὁ Χριστὸς ἔλεγεν, ὅτι Πολλὰ βούλεσθε παρ' ἐμοῦ γενέσθαι σημεῖα, παρ' ὑμῖν μάλιστα παρ' οἷς καὶ ἐτράφην· ἀλλ' οἶδα τὸ κοινὸν δήπου καὶ ἅπασι συμβαῖνον πάθος· καταφρονεῖται γάρ πως ἀεὶ καὶ τὰ ἐξαίρετα τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ' ἔχωσιν ἐπ' ἀδείας αὐτά. Οὕτω καὶ ἐπ' ἀνθρώπων· ὁ γὰρ συνήθης καὶ παρὼν ἀεὶ, καὶ τῆς ὀφειλομένης αὐτῷ τιμῆς ἀποστερεῖται πολλάκις παρὰ τῶν εἰδότων αὐτόν.—Ἤλεγξε μὲν οὖν αὐτοὺς ἀσυνέτως τὰ τοιάδε λέγοντας· «Οὐχ ὁ υἱός ἐστι τοῦ Ἰωσὴφ οὗτος;» Πλὴν ἔχεται τοῦ σκοποῦ τῆς μυσταγωγίας, καί φησιν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.» Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, κ.τ.λ. (A f. 78 b, C f. 113 b, H f. 239) Ἐπειδὴ γὰρ, ὡς ἔφην, τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβεβαιοῦντό τινες τῶν Ἰουδαίων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἢ ἐπί τισι τῶν ἐνδόξων παρ' αὐτοῖς γεγονότων, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, πρὸς μίαν χήραν ἀπεστάλθαι Ἠλίαν εἰπὼν, ἕνα δὲ θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαῖον, Νεεμὰν τὸν Σύρον· διὰ τούτων τὴν ἐξ ἐθνῶν σημαίνων Ἐκκλησίαν, τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι, καὶ τῆς λέπρας ἐλευθεροῦσθαι, διὰ τὴν ἀναισθησίαν τοῦ Ἰσραήλ. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, κ.τ.λ. (A f. 80, H f. 245 b) Ἐπειδὴ τὴν πονηρὰν αὐτῶν γνώμην ἔστιξε, διὰ τοῦτο πρὸς ὀργὰς ἀνεκαίοντο· καὶ διὰ τὸ εἰπεῖν· «Σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται,» ἡ λέγουσα, «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ,» καὶ τὰ ἑξῆς. Ἐνόμισαν γὰρ αὐτὸν ἐξισοῦν ἑαυτὸν τοῖς προφήταις, καὶ τῆς πόλεως αὐτὸν ἐκβάλλουσι· καθ' ἑαυτῶν μᾶλλον τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώκασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως, τὸν Χριστὸν μὴ προσδεξάμενοι. Ἵνα δὲ μὴ μόνον ἐλέγξῃ δυσσεβήσαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προελθεῖν τὰ καθ' ἑαυτοῦ τολμήματα· τῶν μὲν γὰρ ἄκριτος ἦν ἡ ὁρμὴ, καὶ ὁ φθόνος ἀτίθασσος· μέχρι γοῦν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
