# Commentarii in Lucam (in catenis) 72.548

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.548

ἁγνοποιός· καὶ τὸ εὐαγγελικὸν ῥῆμα, ζωὴ, ὡς ζωοποιόν. «Τὰ ῥήματα γὰρ, φησὶ, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,» τουτέστι πνευματικὰ καὶ ζωοποιά. Πλὴν ἄθρει τῆς προφητείας τὸ ἀκριβές· εἰπὼν Ἡσαΐας ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς περὶ τοῦ Χριστοῦ, ὅτι «Ἰδοὺ μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν,» διαμαρτυρούμενον ὥσπερ ὡς δεκτὰ καὶ ταῦτα γεγόνασι, ἵνα μή τις ἕνα τῶν ἁγίων προφητῶν ὑπάρχειν αὐτὸν ὑποτοπήσειεν, εἰδείη δὲ μᾶλλον πᾶς ὁστισοῦν, ὡς τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωϋσῆς, μέτρον ἔχοντες τὸ οἰκετικὸν, τὸ «Τάδε λέγει Κύριος» ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ' ὡς θείαις διακονοῦντες φωναῖς. Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους· ἐθαυμάζετο γοῦν καὶ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις, ὡς ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, καὶ ὡς ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς αὐτῶν· οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ' ὡς αὐτὸς ὢν ὁ νομοθέτης, μετετίθη τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφάνειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ταύτην ἔχων τὴν ἐξουσίαν. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, κ.τ.λ. (A f. 80 b, H f. 247) Καὶ μετ' ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν. Ἵνα γοῦν μὴ ἀπιστῶμεν, γείτονα τοῖς λόγοις ἐποιεῖτο τὴν θεοσημείαν.—Εἴδομεν ἐν τῇ ἐρήμῳ νενικημένον παρ' αὐτοῦ τὸν ἀλιτήριον Σατανᾶν, καὶ τρισὶ καταῤῥαγέντα πτώμασιν· εἴδομεν αὐτοῦ πάλιν κατασειομένην τὴν δύναμιν, καὶ πίπτουσαν τὴν καθ' ἡμῶν ἐξουσίαν· εἴδομεν ἑαυτοὺς ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τοῖς πονηροῖς ἐπιπλήττοντας πνεύμασιν. Ὡς γὰρ καὶ τοῦτο πρὸς καύχημα βλέπει τῆς ἀνθρωπείας φύσεως, ἐξ αὐτῶν μαθήσῃ τῶν τοῦ Σωτῆρος ῥημάτων· κατεψεύδοντο μὲν γὰρ Ἰουδαῖοι τῆς δόξης αὐτοῦ, καὶ δὴ καὶ ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Εἶτα πρὸς αὐτοὺς πλεῖστά τε ὅσα καὶ ἀναγκαῖα προειρηκὼς, ὕστερον ἔφη· «Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ γὰρ ἄνθρωπος γεγονὼς καθ' ὑμᾶς, φησὶ, ἐν ἐξουσίᾳ καὶ βασιλείᾳ τῇ θεοπρεπεῖ τοῖς ἀκαθάρτοις ἐπιπλήττω πνεύμασιν, ἡ ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· ὑμεῖς γὰρ ὁρᾶσθε δι' ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Θεοῦ βασιλείαν καταπλουτήσαντες. (B f. 53) Ἠλαύνοντο τοίνυν τὰ πονηρὰ δαιμόνια, καὶ δὴ καὶ πρὸς αἴσθησιν ἐνηνεγμένα τῆς ἀνικήτου δυνάμεως αὐτοῦ, καὶ μὴ φέροντες τὰς προσβολὰς τῆς θεότητος, τυραννικὸν καὶ πανοῦργον ἀνεφθέγγοντο· «Ἔα, λέγοντα· τί ἡμῖν καὶ σοί;» τουτέστι· Τί οὐκ ἐᾷς ἡμᾶς χώραν ἔχειν, περιαιρῶν τῆς ἀσεβείας τὴν πλάνην; Εἶτα εὐφημεῖν ὑποκρίνονται, καὶ ἅγιον τοῦ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
