# Commentarii in Lucam (in catenis) 72.549

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.549

Θεοῦ καλοῦσιν αὐτόν· ᾠήθησαν γὰρ ὅτι διὰ τῆς τοιαύτης εὐφημίας, κενῆς δόξης ἀποτελοῦσιν αὐτὸν ἐραστὴν, καὶ ἀποσχέσθαι παρασκευάζουσι τοῦ ἐπιπλήττειν αὐτοῖς, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ' οὐκ ἐπιτεύξεται δόλιος θήρας. Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ αὐτῶν τὰς ἀκαθάρτους γλώσσας ὁ Κύριος. Εἶτα προστάττει τῶν ἐχόντων ἀποφοιτᾷν. Οἱ δὲ τῶν οὕτω μεγάλων θεωροὶ γεγονότες, καταπλήττονται τοῦ λόγου τὴν ἐξουσίαν· οὐ γὰρ εὐχὴν ἀνατείνων, ἢ γοῦν παρ' ἑτέρου τὸ δύνασθαι κατορθοῦν αἰτήσας πώποτε, τὰς θεοσημείας ἐπλήρου, ἀλλ' αὐτὸς ὢν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς, καὶ δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, ἐκεῖνος ἦν ὁ συντρίβων τὸν Σατανᾶν, καὶ τῶν ἀκαθάρτων δαιμόνων ἀποφράττων τὸ βέβηλον στόμα. Εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. (A f. 81, B f. 53 b, C f. 114 b, D f. 17, H f. 249) Θέασαι τοίνυν, πῶς κατέλυσε παρ' ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκούσιον δι' ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συναπάγεσθαι, καὶ μὴ κατεπαίρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει.—Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ Ἰησοῦς, καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν. Μήποτε οὖν ἐν μὲν τῷ, «Ἀφῆκεν αὐτὴν ὁ πυρετὸς,» εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου, οὐδενὸς περὶ ζώου ἐμφαίνηται τοῦτον πυρετὸν ἐνεργοῦντος· ἐν δὲ τῷ, «Ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτὴν,» εἰρημένῳ ὑπὸ Λουκᾶ, οὐκ οἶδα εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον ζῶον εἰπεῖν μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας, ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης. Οὐδὲ γὰρ ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν εἰς τὸ διὰ τοῦ σώματος πειράσαι αὐτὸν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ, ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τὸ, Ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ ἅψητε· ὡς καὶ ὁ Κύριος ἐπιτιμῶν ἰᾶται τοὺς ἔχοντας. Ἐπιτίθησι δὲ καὶ τὰς χεῖρας ἑνὶ ἑκάστῳ τῶν νοσούντων, καὶ ἀπήλλαττεν αὐτοὺς τοῦ νοσήματος, δεικνὺς ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ δύναμιν ἐμφυτεύσας αὐτῇ.—(A f. 81 b, B f. 53 b, H f. 249 b) ἵνα μάθωμεν ὡς καίτοι καθ' ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττόν ἐστι καὶ οὕτω Θεὸς, πάντα πληρῶν εὐκόλως καὶ διὰ τῆς οἰκείας σαρκός· εἰργάζετο γὰρ καὶ δι' αὐτῆς τὰ παράδοξα· καὶ μὴ σφόδρα θαυμάσῃς, διαλογίζου δὲ μᾶλλον ὡς καὶ ἐν σκεύει χαλκῷ γεγονὸς τὸ πῦρ, τῆς ἰδίας αὐτῷ θερμότητος ἐντίθησι τὴν ἐνέργειαν. Οὕτω

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
