# Commentarii in Lucam (in catenis) 72.564

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.564

κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. Γραφὴ τοιγαροῦν καὶ τύπος ἦν ὁ νόμος, πραγμάτων ὠδινόντων ἀλήθειαν· ὥστε κἂν δυὰς ὀρνέων ἦν, ἀλλ' εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον, καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν· αὐτὸς γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ καιροὺς αὐτῷ· τό γε μὴν τὸ ἓν τῶν ὀρνιθίων σφάζεσθαι, ἐν δὲ τῷ τοῦ σφαγέντος αἵματι τὸ ἕτερον βαπτίζεσθαι μὲν, ἀποπέμπεσθαι δὲ τῆς σφαγῆς, ἀντίτυπον δ' ἂν εἴη τῶν ἀληθινῶν· ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἡμεῖς εἰς τὸν αὐτοῦ θάνατον βεβαπτίσμεθα, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ. Αὐτὸς δὲ ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι, κ.τ.λ. (A f. 87, H f. 269) Περὶ αὐτὸν μὲν ἦν τῶν βασκάνων τὸ θέατρον· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρισαῖοι, καὶ τῶν παραδόξως ἐπιτελουμένων ἐγίνοντο θεωροὶ, καὶ κατηκροῶντο διδάσκοντος· καὶ ἦν, φησὶ, δύναμις Θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν· [ita cod. αὐτόν] ἆρα ὡς τοῦ Θεοῦ διδόντος αὐτῷ τὸ δύνασθαι κατορθοῦν τὰς θεοσημείας; ἆρα τὴν παρ' ἑτέρου δύναμιν ἐδανείζετο; Καὶ τίς ὁ φάναι ταῦτα τολμῶν; Αὐτὸς γὰρ μᾶλλον ἦν ἐξ ἰδίας ἰσχύος ἐνεργῶν ὡς Θεὸς καὶ Κύριος, καὶ οὐχ ὡς θείας χάριτος μέτοχος. Ἄνθρωποι μὲν γὰρ ἀξιοῦνται πολλάκις χαρισμάτων πνευματικῶν· ἀλλ' ἔστιν ἰδεῖν ἐνιαχοῦ καὶ ἀσθενοῦντας ἔσθ' ὅτε, καθ' ὃν οἶδε λόγον αὐτὸς ὁ τῶν θείων χαρισμάτων διανομεύς· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν Σωτῆρος τοιοῦτον οὐδὲν, ἀλλ' ἦν εἰς τὸ ἰᾶσθαι αὐτὸν, οὐκ ἀνθρωπίνη μᾶλλον, ἀλλὰ καὶ θεία καὶ ἄμαχος ἰσχύς· Θεὸς γὰρ ἦν, καὶ Υἱὸς Θεοῦ.—(D f. 19) Μόνος ὁ Χριστὸς ὡς διδάσκαλος καὶ σοφία ὢν τοῦ Πατρὸς διδάσκει· οἱ γὰρ ἄλλοι πάντες ἐξ αὐτοῦ δεχόμενοι διδάσκουσιν· ἦν δὲ, φησὶν, καὶ δυνάμις Κυρίου ἐπ' αὐτὸν εἰς τὸ ἰᾶσθαι πάντας, τουτέστιν, οὐκ ἀνθρωπίνην εἶχεν ἰσχὺν εἰς τὸ ἰᾶσθαι, ἀλλὰ θείαν τινὰ καὶ ἄμαχον. Οἱ μὲν ἄλλοι ἅγιοι, ποτὲ μὲν λαμβάνουσι τὸ δύνασθαι ποιεῖν ἰάσεις, ποτὲ δὲ οὔ. Ἰησοῦς δὲ, ὡς Θεὸς, καὶ δύναμις ὢν τοῦ Πατρὸς, ἀεὶ πάντας ἐθεράπευσεν. Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, κ.τ.λ. (D f. 19) Εἶτα οὐκ εὐαριθμήτου πλήθους τῶν Γραμματέων, φησὶν, καὶ Φαρισαίων συνειλεγμένου, ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον, ὃς ἦν παράλυτος· καὶ μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν ἐπὶ τὸ δῶμα, ὡς ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην· καὶ ὅμως τούτων γινομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τί λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομώσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράβαττον,

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
