Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.565
Not analysed yet
καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Τί οὖν ὁ Κύριος; Ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν παραλελυμένου, ἀλλὰ τῶν κομισάντων· ἔνεστι γὰρ καὶ ἄλλον δι' ἄλλων πίστιν θεραπεύεσθαι· ἢ καὶ αὐτὸν τὸν παράλυτον πιστεύσαντα ἰάσατο. Εἴποι δ' ἄν τις ὕπαιθρον εἶναι τὸν τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες. Εἰπὼν δὲ πρὸς αὐτὸν ὁ Σωτήρ· «Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,» κοινῶς τῇ ἀνθρωπότητι τοῦτο λέγει· ἔμελλον γὰρ οἱ πιστεύοντες εἰς αὐτὸν, ἰαθέντες τῶν ψυχικῶν παθημάτων τὰς ἁμαρτίας ἃς πρῶτον ἐπλημμέλουν ἀφίεσθαι. Ἢ τοῦτό φησιν· Ἔδει με πρὸ τοῦ σώματος ἰάσασθαί σου τὴν ψυχήν. Ἐπεὶ ἐὰν μὴ τοῦτο γένηται, ἐπὶ πλεῖον ἁμαρτάνεις λαβὼν ἰσχὺν εἰς τὸ περιπατεῖν. Εἰ γὰρ καὶ μὴ ἐζήτησας τοῦτο, ἀλλ' ἐγὼ ὡς Θεὸς ὁρῶ τὰ τῆς ψυχῆς πάθη ἐξ ὧν καὶ ἡ νόσος σοι συμβέβηκε. (A f. 87, B f. 58 b, C f. 116, H f. 269 b) Καλῶς οὖν ὁ Σωτὴρ, ἐπειδὴ ἀναγκαῖον ἦν, οὐκ εὐαριθμήτου πληθύος τῶν Γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γένεσθαί τι τῶν ὅτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνησιν αὐτῶν, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ, ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔῤῥιπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος· ἐπειδὴ ἀσθενοῦσα πρὸς τὸ συμβὰν ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἀπεκομίζετο. Ὡς δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις· ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, δείκνυσιν εὐθὺς ὁ Χριστός· ἐπεφώνει γὰρ τῷ κειμένῳ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ἀλλ' ὥς γε οἶμαι, πρὸς τοῦτο ἐρεῖ τις· Ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο, καὶ πῶς ἄφεσιν αὐτῷ τῆς ἁμαρτίας Χριστὸς ἐπηγγέλλετο· Ἵνα μάθῃς ὅτι σεσιγημένως καὶ ἀψοφητὶ Θεὸς κατασκέπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· «Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.» Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀῤῥωστίαν ἐμβάλλων τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου· «Πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ.» Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· «Υἱὲ, μὴ ὀλιγώρει παιδείαν Κυρίου, μὴ δὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Καλῶς οὖν ἄρα Χριστὸς τὰς τοῦ νοσεῖν ἀφορμὰς, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστιν τὴν ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται· ἐξαιρεθείσης γὰρ ταύτης, δι' ἣν καὶ τὸ πάθος, ἕδει πάντως συναναιρεθῆναι τὴν νόσον. Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ Γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες, κ. τ. λ. (A f. 87 b, C f. 116 b, H f. 271) Ὁ μὲν οὖν,