Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.569
Not analysed yet
κίσας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, τότε καὶ τῆς ἑαυτοῦ δόξης ἀπέφηνε κοινωνοὺς, δοὺς ἐξουσίαν ἀφιέναι τε καὶ κρατεῖν ἁμαρτίας. Ὅτι τοίνυν ἡμεῖς αὐτὸ δὴ τοῦτο πληροῦν προστετάγμεθα, πῶς οὐ πολὺ μᾶλλον αὐτὸς ἀφίησιν ἁμαρτίας, ὁ δοὺς ἑτέροις τὴν ἐξουσίαν τοῦ δύνασθαι τοῦτο δρᾷν; Καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν. (A f. 88 b, B f. 60, C f. 116 b, H f. 275) Τελώνης γὰρ ἦν ὁ Λευῒς, ἀνὴρ ἄπληστος εἰς φιλοκερδείας, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν αὐτῷ προσηκόντων ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα. Ἀλλ' ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ· «Ἀκολούθει μοι· ὁ δὲ πάντα ἀφεὶς, ἠκολούθησεν αὐτῷ.» —(A f. 89, H f. 276 b) Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὡς Χριστὸς ἦλθεν ἁμαρτωλοὺς σῶσαι; Ὁρᾷς ὡς σαρκωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς ἑαυτόν; Καὶ σέσωσται μὲν ὁ Λευῒς, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐνεποίησε τὰς ἐλπίδας. Ὡς γὰρ σώσει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα. Πιστώσεται δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων· «Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς.» Ἀλλ' οὐδὲν τούτων τοὺς Φαρισαίους ἐνέτρεψεν· ἀλλ' ἐγκαλοῦσι τοῖς μαθηταῖς· ἄκουε γάρ· Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, κ. τ. λ. (A f. 89, C f. 117, G f. 11 b, H f. 277 b) Ἀλλ' εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται τὴν μετάνοιαν, ἀλλ' οἷον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ, καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον. Πρὸς οὓς ἐροῦμεν· Ἐγόγγυζον πρὸ ὑμῶν οἱ Φαρισαῖοι, κεκλημένον ὁρῶντες τὸν Λευῒν, καὶ τελωνῶν ὄχλον συναγηγερμένων καὶ συνεστιωμένων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Εἶτα προσιόντες τοῖς ἁγίοις ἀποστόλοις, κατῃτιῶντο λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν ἐσθίετε καὶ πίνετε; Ἀλλ' ἤκουον· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ. Ὁ γὰρ τῶν ὅλων Σωτὴρ, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος, τοῖς οὕπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο. Ἴδωμεν δὲ, Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀγερωχίαν· ὁποίων σοι γεγονέναι αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρὺς, αὐτὸν λάβωμεν ἐξηγητὴν,