# Commentarii in Lucam (in catenis) 72.572

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.572

τὸν πάντα εἰδότα Χριστόν· ἔφη γὰρ περὶ Φαρισαίου μεγαλαυχοῦντος ἐν τῷ προσεύχεσθαι, καὶ τελώνου τινὸς ἑαυτοῦ κατηγοροῦντος· «Ἀμὴν λέγω ὑμῖν, ὅτι κατέβη δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ' ἐκεῖνον τὸν Φαρισαῖον.» Ἄρ' οὖν δεδικαίωται ὁ τελώνης, ὁμολογήσας τὴν ἁμαρτίαν ὑπὲρ τὸν ὑπερόπτην Φαρισαῖον.—(B.f.60) Δι' ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος ἁμαρτωλοῖς συνεσθίοντος; Ὅτι νόμος ἦν διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, τουτέστιν ἡγιασμένον μὴ συναναμίγνυσθαι βεβήλοις· τοῦτον ἐκδικοῦντες δῆθεν τὸν νόμον ἐνεκάλουν· τὸ δὲ ἦν φθόνος κατὰ τοῦ Κυρίου, καὶ φιλοσκωμμοσύνη. Δείκνυσιν οὖν αὐτοῖς, ὅτι οὐχ ὡς κριτὴς πάρεστι νῦν, ἀλλ' ὡς ἰατρός· καὶ ποιεῖ τὸ ἐπιβάλλον τῇ ἰατρικῇ, συνὼν τοῖς ἰάσεως δεομένοις. Ἐπειδὴ δὲ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, καὶ ἕτερον προστιθέασιν αἰτιώμενοι τὸ μὴ νηστεύειν τοὺς μαθητὰς, ἐντεῦθεν βουλόμενοι πορίσασθαι λαβὴν κατ' αὐτοῦ. (A f. 89 b, B f. 60, H f. 278 b) Ὅρα δὲ τὴν ἐπιμονὴν τῆς κακουργίας αὐτῶν. Ἐπειδὴ τοῦ πρώτου τὸν λόγον ἐδέξαντο, ἀπ' ἄλλων εἰς ἄλλα μεταβαίνουσι, βουλόμενοι λαβὴν ποιήσασθαι καὶ ἀποφῆναι τοὺς ἁγίους μαθητὰς, καὶ αὐτὸν δὲ σὺν αὐτοῖς τὸν Ἰησοῦν, ὀλίγα τοῦ νόμου πεφροντικότας· ἀλλ' ἀκούουσι πάλιν· Νυμφών ἐστι νῦν, καιρὸς κλήσεως, καιρὸς διδασκαλίας· ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι, οὐκ ἔχει καιρὸν ἡ νηστεία. Ναὶ γὰρ, φασὶ, συνεστιᾶσθε τελώναις καὶ ἁμαρτωλοῖς, καίτοι τοῦ νόμου προστάττοντος μὴ συναναμίγνυσθαι τοῖς ἀκαθάρτοις τὸν καθαρόν· καὶ πρόφασις ὑμῖν τοῦ παραβαίνειν τὸν νόμον, ἡ φιλανθρωπία γέγονε. Διὰ τί μὴ νηστεύετε κατά γε τὸ εἰωθὸς τοῖς ἐπιεικέσι καὶ ζῇν ἐθέλουσι νομικῶς; Πρὸς δὲ τὰ τοιαῦτα φαίη τις ἄν· Ὅλως γὰρ οἶδας, ὦ Ἰουδαῖε, τοῦ νηστεύειν τὴν ὁδόν; Νενήστευκάς ποτε κατὰ τὸ θέλημα τοῦ Θεοῦ; Ὡς γάρ φησιν ὁ προφήτης Ἡσαΐας· «Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῖν ὑπονύσσετε. Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Εἶτα, πῶς ὁ νηστεῦσαι μὴ εἰδὼς, αἰτιᾷ τοὺς ἁγίους ἀποστόλους ὅτι μὴ νηστεύουσι κατὰ σέ; Καὶ καθ' ἕτερον δὲ τρόπον οἱ διὰ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης σεσοφωμένοι, νηστεύουσι λογικῶς· τοῦτο μὲν, ταπεινοῦντες ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, καὶ αὐτόβλητον ὥσπερ ἐφ' ἑαυτοῖς ἄγοντες δίκην, τὴν ἀπό γε τοῦ πόνου καὶ τῆς ἀσιτίας, ἵνα πλημμελημάτων ἀμνηστίαν κομίσωνται, ἢ γοῦν ἕτερον χάρισμα κερδάνωσι πνευματικὸν, ἢ καὶ τὸν τῆς ἁμαρτίας κατανεκροῦντες νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκός· ταύτην δὲ οὐκ οἶσθα τὴν ὁδὸν, ὦ Φαρισαῖε· οὐ γὰρ παρεδέξω τὸν ἐξ οὐρανοῦ νυμφίον, τὸν ἁπάσης ἀρετῆς σπορέα καὶ διδάσκαλον, δηλονότι Χριστόν. Ἔτι οἱ μὲν ἅγιοι διὰ τοῦτο νηστεύουσιν, ἵνα κατατῆκον τες τὸ σῶμα, κατευνάσωσι τὰ ἐν αὐτῷ πάθη· ὁ δὲ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
