# Commentarii in Lucam (in catenis) 72.580

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.580

ἐλεημοσύνης ἕνεκα τῆς παρὰ Θεοῦ διωρισμένον εὑρήσομεν· ἐκέλευσε γὰρ ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ τοῖς ἀλόγοις τῶν ζώων· ἔφη γὰρ, ὅτι «Ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου.» Ὁ δὲ καὶ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν, πῶς οὐκ ἂν ἠλέησεν ἄνθρωπον ἐν Σαββάτῳ δεινῇ καὶ ἀφύκτῳ περιπεσόντα νόσῳ; Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας. (A f. 93, G f. 13, H f. 280 b) Οὐκ ἀρκεῖ σοι τὸ παράδοξον εἰς πίστιν; Ὁρᾷς ἐνεργοῦντα θεοπρεπῶς, καὶ μετ' ἐξουσίας τῆς ἀνωτάτω θεραπεύοντα τοὺς ἐν ἀῤῥωστίαις, καὶ τὸν ἐκ φθόνου καὶ βασκανίας ὠδίνεις φόνον; Ἐξῆλθεν εἰς τὸ ὄρος προσεύχεσθαι. (A f. 93 a b, B f. 62, G f. 13 b, H f. 290 b sq.) Πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο Χριστὸς, καὶ πνευματικῆς πολιτείας εἰκόνα τρόπον τινὰ τὰ καθ' ἑαυτὸν ἀναθεὶς, ἀληθινοὺς ἤθελεν ἀποφαίνειν προσκυνητάς. Ἴδωμεν τοίνυν ὡς ἐν εἰκόνι καὶ τύπῳ πραγμάτων τῶν γεγενημένων διὰ Χριστοῦ, τίνα τρόπον ἡμᾶς ποιεῖσθαι προσήκει τὰς πρὸς Θεὸν ἱκετείας. Λάθρα, καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος, προσεύχεσθαι χρή· τοῦτο γὰρ ὑποδηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Ἰησοῦν καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν εἰπών· «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου.» Ἀφιλοδόξως γὰρ καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, καὶ ὥσπερ εἰς ὕψος εἰς τὸ τῆς θεοπτίας ὕψος ἀναπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς· δεῖ δὲ τοῦτο δρᾷν, οὔτε ἁψικόρως, οὔτε ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν· ἐντόνως δὲ μᾶλλον, καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονήν. Ἀκήκοας γὰρ ὅτι οὐχ ἁπλῶς ηὔξατο Χριστὸς, ἀλλ' ὅτι καὶ διενυκτέρευσε τοῦτο δρῶν. Οὐκ ἀνέξεται δὲ ἴσως ὁ τῆς ἀληθείας ἐχθρὸς ταῦτα λεγόντων ἡμῶν· φησὶ γάρ· Προσεύχεται καὶ ζητεῖ παρὰ τοῦ Πατρὸς, ἅπερ οὐκ ἔχει. Πῶς οὖν ἔτι φατὲ καὶ ὁμοούσιον αὐτῷ ἴσον τε κατὰ πάντα, καὶ κατ' οὐδένα τρόπον ἀπεοικότα; Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ χρείττονος εὐλογεῖται· μείζων δὲ πάντως ὁ διδοὺς τοῦ παρακαλοῦντος τι λαβεῖν. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων διδασκέτωσαν ἡμᾶς οἱ τὰ ὀρθὰ διαστρέφοντες, τίνος εἶναι νομίζουσιν ἐπιδεᾶ τὸν Υἱόν; Τί δὲ ὡς οὐκ ἔχων ἐζήτει λαβεῖν; Φῶς ἐστι τὸ ἀληθινὸν, ζωὴ κατὰ φύσιν, καὶ ζωοποιὸς, καὶ τῶν δυνάμεων Κύριος, σοφία καὶ δικαιοσύνη, κτίστης καὶ δημιουργὸς τῶν ὅλων, παντὸς ἐπέκεινα γενητοῦ, βασιλεὺς τῶν ὅλων, ταμίας οὐρανοῦ καὶ γῆς, δοτὴρ ἀγαθοῦ παντὸς ὁμοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τοῦτο μαθήσῃ γεγραφότος τισὶ τοῦ μακαρίου Παύλου·» Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.»

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
