# Commentarii in Lucam (in catenis) 72.581

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.581

Τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, δοξολογεῖται παρὰ πάσης κτίσεως λογικῆς· οὐκοῦν ἁπάντων ἐστὶ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς θεοπρεπῶν ἀξιωμάτων οὐσιωδῶς κληρονόμος. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν, ὡς «Πάντα τὰ ἐμὰ, σά ἐστι· καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ὁ δὲ πάντα ἔχων ἴδια τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίνος ἔτι λείπεται; Εἰ δὲ ὅλως λείπεταί τινος, καὶ τοῦτο εἶναί φασιν ἀληθὲς, οὐδέν ἐστι τὸ κωλύον εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἐν χρείᾳ καθέστηκέ τινων. Εἰ γὰρ πάντα τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός ἐστι, λείπεται δέ τινος ὁ Υἱὸς, τοιοῦτος ἄρα ἐστὶ καὶ ὁ Πατήρ· αὐτοῦ γάρ ἐστι πάντα τὰ τοῦ Υἱοῦ. Ἀλλ' ἔστι παντέλειος ὁ Πατὴρ, δεῖται δὲ ὅλως οὐδενὸς τῶν θεοπρεπῶν ἀγαθῶν· οὐκοῦν παντέλειος ὁ Υἱὸς, ὡς πάντα ἔχων τὰ τοῦ Πατρὸς, εἰκών ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ἐν δὲ τῷ χαρακτῆρι φαίνεται πάντως τὸ πρωτότυπον, καὶ ἐν τῷ πρωτοτύπῳ πάντως ὁ χαρακτήρ. Καὶ ταῦτα μὲν πρὸς ἐκείνους. Φασὶ δὲ καὶ οἱ ταῖς Νεστορίου κενοφωνίαις συνηρπασμένοι, ὡς ἀνάρμοστον δὲ παντελῶς Θεῷ κατὰ φύσιν ὄντι τῷ Υἱῷ, προσεύχεσθαι· πρέπει δὲ μᾶλλον ἀνθρώπῳ τῷ κατὰ συνάφειαν αὐτῷ συναφθέντι, τουτέστι τῷ ἐκ σπέρματος Δαβίδ. Αὐτὸς οὖν ἄρα ἦν ὁ τὴν εὐχὴν ἀνατείνων. Τί οὖν πρὸς τοῦτο ἐροῦμεν; Ἠγνοήσατε παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον· μνημονεύσατε λέγοντος τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Καὶ τοῦτο ἡμῖν ὁ πάνσοφος Παῦλος ἐμφανὲς κατέστησε, λέγων περὶ αὐτοῦ· «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ.» Ἀνθ' ὅτου δὴ οὖν τὸν γεννηθέντα μὲν θεϊκῶς, ὡς Λόγον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν δὲ καθέντα πρὸς κένωσιν, καὶ πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς, διὰ τοῦ γενέσθαι καθ' ἡμᾶς, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας, τῶν τῆς ἀνθρωπότητος ἐκπέμπεται μέτρων. Ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, ἐκ πολλῆς ἄγαν ἡμερότητος καὶ φιλανθρωπίας, οὐκ ἀπαξιοῖ τὰ ἀνθρώπινα· τύπους ἡμεῖς τῆς εἰς λῆξιν ἐπιεικείας ποιούμενος τὰ καθ' ἑαυτόν· ἵν', ὡς ἔφην, τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάσωμεν. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ' αὐτῶν δώδεκα, κ.τ.λ. (A f. 93 b, B f. 63, G f. 13 b) Διανυκτερεύσας εἰς προσευχὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ἀῤῥήτως τε καὶ ἀπερινοήτως, καὶ ὡς μόνος οἶδεν αὐτὸς, τὰς πρός γε τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
