Ancient Greek · ~7 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.584
Not analysed yet
διαλέξεις ποιησάμενος, καὶ τύπον ἡμῖν σωτηριώδους πράγματος ἑαυτὸν παραθείς· ἐδίδαξε γὰρ τίνα τρόπον ὀρθῶς τε καὶ ἀμωμήτως χρὴ ποιεῖσθαι τὰς προσευχὰς, κάτεισιν ἐκ τοῦ ὄρους, καὶ τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς ἀναδείκνυσιν. —(A f. 94) Ἔφη γὰρ πρὸς αὐτούς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ταύτης δὲ τῆς τῶν ἁγίων ἀποστόλων προβολῆς μνημονεύει λέγων καὶ ὁ μακάριος Δαβὶδ, ὡς πρὸς Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» Καὶ μὲν γὰρ ὄντες ἐν σώματι, ἐμνημόνευον τῆς δόξης Χριστοῦ, πόλεσί τε καὶ χώραις τὸ αὐτοῦ λαλοῦντες μυστήριον. Ἐπειδὴ δὲ πρὸς τὰς ἄνω κέκληνται μονὰς, οὐδὲν ἧττον ἡμῖν καὶ οὕτω διαλέγονται περὶ αὐτοῦ, διὰ τῆς πανσόφου συγγραφῆς ἧς πεποίηνται περὶ αὐτοῦ· καὶ οἱ μὲν κατὰ Μωϋσέως νόμον χειροτονηθέντες ἱερουργοὶ, Ἀαρὼν δηλονότι καὶ οἱ σὺν αὐτῷ, ἱεροπρεπέσιν ἐσθήμασιν αἰσθητῶς κατεκαλλύνοντο· οἱ δέ γε θεσπέσιοι μαθηταὶ, χαρίσμασι τοῖς πνευματικοῖς διαπρέποντες, τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν διακονίαν ἐνεχειρίζοντο· εἴρηται γὰρ πρὸς αὐτούς· «Ἀσθενοῦντας θεραπεύετε. δαιμόνια ἐκβάλλετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε.» Καὶ γοῦν, τὴν Χριστοῦ φοροῦντες δύναμιν, κατέπληττον πᾶσαν τὴν οἰκουμένην. Πλὴν ὅρα τὴν εἰς ἄκρον νῆψιν τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἁπλῶς ἀναδειχθῆναι τοὺς ἁγίους ἀποστόλους φησὶν, ὀνομαστὶ δὲ μᾶλλον ἐπενηνεγμένης αὐτοῖς καὶ τῆς τῶν προτέρων μνήμης, ἵνα μή τις ἑαυτὸν ἐγγράψαι τολμήσῃ τῷ χορῷ τῶν ἐξειλεγμένων. Ὡς γὰρ ὁ Παῦλός φησιν· «Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ.» Καὶ γοῦν ὀνομαστὶ τῶν ἁγίων ἀποστόλων κεκλημένων εἰς τὸ μέγα τοῦτο καὶ λαμπρὸν ἀξίωμα, πρὸς τοῦτό τινες καθίκοντο κατὰ καιροὺς ἀπονοίας καὶ θράσους, ὡς ἀποστόλους ἑαυτοὺς ὀνομάσαι Χριστοῦ, καὶ τιμὴν ἁρπάσαι τὴν οὐκ ἐκνεμηθεῖσαν αὐτοῖς. Τούτων οἱ θεσπέσιοι μαθηταὶ πεποίηνται μνήμην· φασὶ γάρ· «Οἱ τοιοῦτοι ψευδαπόστο-