# Commentarii in Lucam (in catenis) 72.585

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.585

λοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀγγέλους δικαιοσύνης.» Καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς, μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης. Οὐδένα τοίνυν ἴσμεν ἡμεῖς ἢ παραδεξόμεθα, πλὴν ὅτι μόνους τοὺς διὰ τῶν εὐαγγελικῶν γραμμάτων ὠνομασμένους, καὶ τὸν μετ' ἐκείνους ἀναδεδειγμένον, τὸν σοφώτατον Παῦλον· ᾧ καὶ αὐτὸς ὁ Σωτὴρ μεμαρτύρηκε λέγων· «Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων τῶν ἐθνῶν.» (A f. 94, H f. 293) Τούτους προᾳνετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. Γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν, ἔναντι Κυρίου· καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους, εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.» Ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν; Κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. Ὥσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· «Ὑμεῖς γάρ ἐστε τὸ φῶς τοῦ κόσμου·» οὕτως καὶ αὐτὸς ὢν ὁ ἄρτος τῆς ζωῆς, ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. Καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. Ἐπιθήσετε γὰρ, φησὶν, ἐπὶ τοὺς ἄρτους λίβανον καὶ ἅλας. Καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ ἅλες, συνέσεως καὶ φρενῶν· ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτοῖς· καὶ γοῦν ἔφασκον, ὅτι «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» Ἦσαν δὲ, πρὸς τούτῳ, καὶ πανσύνετοι. Ἀκούω δὲ καὶ τοῦ προφήτου Δαβὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν· «Ἐκεῖ Βενιαμὶν ἐν ἐκστάσει· ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλίμ.» Σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταί· καὶ φωστῆρες ἦσαν οἰκουμενικοὶ, λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ ἔχουσι λαμπρὰν οἱ τῶν Ἑλλήνων σοφοὶ, καὶ εὐστομοῦσιν ἄγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ἄνθρωποι γεγόνασι χειροτέχναι, καὶ θαλασσουργοὶ, καὶ ἰχθυοθῆραι, οὐ κόμπον ἔχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ' ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει· καὶ σεσίγηται μὲν τὰ Ἑλλήνων γράμματα, καὶ ἡ τῶν λέξεων εὐκομπία· κατακρατεῖ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
