# Commentarii in Lucam (in catenis) 72.604

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.604

ἀγαθοὶ καὶ νηφάλιοι, καθάπερ εἰκόνα ζωῆς εὐαγγελικῆς τὰ καθ' ἑαυτοὺς ἐνστήσαντες, τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις εὐπροσώπως ἐπιτιμήσουσι, ὡς μὴ τοὺς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀναμάξαντας τρόπους· εἰ δὲ ῥᾴθυμοί τινες εἶεν, καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς εὐάλωτοι, πῶς ἂν ἑτέροις τὰ ἴσα νοσοῦσιν ἐπιτιμήσειαν; Διὰ τοῦτο σοφῶς οἱ μακάριοι μαθηταὶ γεγράφασί τε καὶ λέγουσι· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὡς μεῖζον κρῖμα ληψόμεθα,» ὡς ἔφη Χριστὸς, ὁ τῶν στεφάνων διανομεὺς καὶ τοῖς πλημμελοῦσι τὰς δίκας ἐπάγων· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·» ὁ δὲ μὴ ποιήσας καὶ διδάξας, ἐλάχιστος· ἐπεὶ πῶς ὁ πολλαῖς καὶ μεγάλαις ἔσθ' ὅτε καταπνιγόμενος ἁμαρτίαις κατακρίνεις τὸν ὀλίγοις ἔνοχον πταίσμασι; Πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· «Ἄφες ἀναβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, αὐτὸς τὴν δοκὸν ἔχων ἐν σεαυτῷ,» ὁ μεγάλαις ἁμαρτίαις ἔνοχος; τοῦτο γὰρ ἡ δοκὸς σημαίνει. Πῶς κατακρίνεις τὸν ὀλίγα παντελῶς ἢ καὶ ἔσθ' ὅτε μηδὲν ἡμαρτηκότα; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου. (A f. 111) Τουτέστι, σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων, καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρά. Οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφὸς, ἕτερον δὲ οὐ κατακρινεῖ. Τοῦτο γὰρ καὶ ὁ νόμος ὁ διὰ Μωϋσέως παραγγέλλει, λέγων· «Πρόσεχε, φησὶ, σεαυτῷ, οὐχ ἑτέρῳ·» τὸ δὲ, «Πρόσεχε,» ἀντὶ τοῦ, Περιβλέπου τὰ κατὰ σαυτόν.—(A f. 111 b) Ἀλλ', ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς, πῶς ἄρα διαγνωσόμεθα τὸν ἔχοντα μὲν ἐν ὀφθαλμῷ τὴν δοκὸν, ἐπιπλήττοντα δὲ τοῖς κάρφον ἔχουσι καὶ ἀσθενοῦσιν ἐκ μέρους; Χαλεπὸν οὐδὲν ἐν τούτῳ, φησί· πρόκειται γὰρ τοῖς ἐθέλουσιν εὐκόλως ἰδεῖν.—(B f. 68) Οὐκοῦν ὁ ἑκάστου βίος τῶν αὐτοῦ τρόπων ἔσται παραδεικτικός· οὐ γὰρ τοῖς ἔξωθεν ὡραϊσμοῖς, καὶ πεπλασμέναις ἐπιεικείαις τὸ τῆς ἀληθοῦς εὐζωΐας χαρακτηρίζεται κάλλος, ἀλλ' ἐξ ὧν ἂν ἐργάσαιτό τις. Τοῦτο πάλιν ἔφη που ὁ Χριστός· «Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» Ἰδοὺ δὴ πάλιν οὐκ ἐκ τῶν ἐνδυμάτων, ἀλλ' ἐξ ὧν εἰσι κατὰ ἀλήθειαν οἱ πρὸς ἡμᾶς ἐρχόμενοι, διαγινώσκεσθαι δεῖν αὐτοὺς ἐπιτάττει Χριστός· «Ἀπὸ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται.» Ὥσπερ ἐστὶν ἀμαθὲς τὸ ἐν ἀκάνθαις ζητεῖν τὰ τῶν ὡρίμων ἐξαίρετα. σταφυλήν τέ φημι καὶ σύκον [alins cod. σύκα], οὕτω καταγέλαστον ἐννοεῖν ἐν ὑποκριταῖς καὶ βεβήλοις εὑρεῖν δύνασθαί τι τῶν τεθαυμασμένων, ἤγουν ἀρετῆς εὐγένειαν· τούτους καὶ τριβόλους καὶ βάτους φαίη τις ἄν. Παρὰ τοῖς τοιούτοις γλυκὺ μὲν οὐδὲν, πικρὰ δὲ πάντα καὶ δυσγενῆ· οὐ γὰρ ἐν ἀκάνθαις φύεται σύκον, οὐδὲ ἐν βάτῳ τίκτεται σταφυλή· οὐκοῦν οὐκ ἀπό γε τῶν σχημάτων, ἀλλ' ἐξ αὐτῶν τῶν ἑκάστῳ βεβιωμένων, διαγνωστέον τὸν διδάσκαλον. Εἵρηται ταῦτα

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
