# Commentarii in Lucam (in catenis) 72.605

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.605

καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· πλὴν ἐκεῖ μὲν περὶ τῶν πλάνων, ἐνταῦθα δὲ περὶ τῶν κεκαθαρμένων καὶ καθαιρόντων ἑτέρους, καὶ περὶ τῶν ἀκαθάρτων καὶ καθαίρειν ἅλλους πειρωμένων. Παραβολικῶς δὲ τούτους μὲν ὠνόμασε δένδρα, καρποὺς δὲ τὰς πράξεις αὐτῶν· καὶ παραινεῖ προσέχειν ταῖς πράξεσι τούτων, αἱ εἰσι καρπὸς, καὶ μὴ τοῖς λόγοις, οἵ εἰσι φύλλα. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. (A f. 112) Ἀποδείξας ἐν τοῖς προλαβοῦσι, πόθεν ἂν διαγνωσθείη ὁ ἀγαθὸς καὶ ὁ πονηρὸς, ὅτι ἐπὶ τῶν ἔργων, ὡς τὸ δένδρον ἐκ τοῦ καρποῦ, νῦν καὶ δι' ἑτέρου σημείου τοῦτο κατασκευάζει. Ὁ μὲν γὰρ ἀγαθὸς, φησὶν, ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας, πηγάζει τὰ ἀγαθά· ὁ δὲ μὴ οὕτως ἔχων, φαυλότητι δὲ καὶ πονηρίᾳ κεκρατημένον ἔχων τὸν νοῦν, ἐνδώσει πάντως τὰ ἐν τῷ βάθει κεκρυμμένα· τὰ γὰρ εἰς νοῦν καὶ καρδίαν ἐπιπηδᾷ διὰ τοῦ πρὸς τὰ ἄνω τρέχοντος λόγου. Οὐκοῦν ὁ χρηστὸς τοὺς τρόπους τὰ αὐτῷ πρέποντα λαλεῖ· ὁ δὲ φαῦλός τε καὶ πονηρὸς τὴν ἐν τῷ βάθει κειμένην ἀκαθαρσίαν ἐρεύξεται. Τί δέ με καλεῖτε, Κύριε, Κύριε; Μόνῃ μέντοι πρέπει τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει τὸ τῆς κυριότητος ὄνομά τε καὶ πράγματα· κρατεῖ γὰρ καὶ κατεξουσιάζει τῶν ὅλων· «Εἶς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Καὶ αὗθις· «Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Μόνον οὖν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς Κύριον, τὸν συμβασιλεύοντα τῷ Θεῷ καὶ Πατρὶ Θεὸν Λόγον, οὕτως αὐτὸν ὀνομάζομεν· ἀλλὰ, «Τί δῆτα, φησὶ, καλεῖτε Κύριον,» οὐ ποιεῖτε δὲ ἂ λέγω; ἀληθὲς γὰρ τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· «Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἦν ἡ δόξα μου; Καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος; Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ, λέγει Κύριος παντοκράτωρ.» Ἐπισφαλὲς οὖν ἄρα καὶ τῆς ἐσχάτης ἄξιον δίκης, τὸ μὴ ὑποκεῖσθαι θέλειν τῷ τῶν ὅλων κρατοῦντι Χριστῷ. Κατίδῃ δ' ἄν τις ἐκ πολλῶν μὲν καὶ ἄλλων, κἀκ τῶνδε μέντοι· τὸν μὲν γὰρ γνήσιον οἰκέτην, ἐξαιρέτοις τιμαῖς στεφανούμενον, τὸν δὲ ἀπειθῆ καὶ ῥᾴθυμον, εἰς τὸ σκότος δραμόντα τὸ ἐξώτερον. Οἱ γὰρ λαβόντες τὰ τάλαντα, καὶ διπλασιάσαντες τῷ δεσπότῃ τὸ δοθὲν, ἐπαίνοις τετίμηνται· τόν γε μὴν εἰς γῆν καταχώσαντα τὸ δοθὲν ὡς ῥᾴθυμον, σκληρᾷ καὶ ἀφύκτῳ περιβέβληκε δίκῃ. Κἀκεῖνο δὲ, οἶμαι, τοῖς εἰρημένοις προσεπενεχθῆναι δεῖ. Ἐν γὰρ τῷ βούλεσθαι τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποκεῖσθαι λόγοις, καὶ δουλεύειν αὐτῷ, τὸ τῆς ἐλευθερίας ἀξίωμα διὰ τῶν αὐτοῦ πάλιν νευμάτων καταπλουτήσομεν. Ἔφη γοῦν τοῖς πιστεύσασιν εἰς αὐτόν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν· καὶ ἡ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
