# Commentarii in Lucam (in catenis) 72.620

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.620

ἐν ταῖς καρδίαις αὐτῶν κράζον, Ἀββᾶ, ὁ Πατήρ.» Ὅτε γὰρ ἀνεβίω Χριστὸς σκυλεύσας τὸν ᾅδην, τότε τοῖς πιστεύσασιν εἰς αὐτὸν τὸ τῆς υἱοθεσίας δέδωκε Πνεῦμα, καὶ πρό γε τῶν ἄλλων τοῖς οἰκείοις μαθηταῖς· «Ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,» καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὅλως γεγόνασι θείας κοινωνοὶ φύσεως, τὸ Δεσποτικὸν καὶ κατεξουσιάζον τῶν ὅλων πλουτήσαντες Πνεῦμα, ταύτῃ τοι καὶ θεοπρεπὲς ἀξίωμα περιτέθεικεν αὐτοῖς, τὸ ἀφιέναι φημὶ τὰς ἁμαρτίας ὧν ἂν βούλωνται, κρατεῖν δὲ καὶ τὰς ἑτέρων. Ὅτι δὲ πρὸ τῆς ἀναφοιτήσεως οὐκ ἦν ἐν ἀνθρώποις τῆς υἱοθεσίας τὸ Πνεῦμα, ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης δηλοῖ, λέγων· «Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη·» δόξαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον λέγων. Ἐκεῖ γὰρ ἀναφοιτήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἔπεμψεν ἡμῖν ἀνθ' ἑαυτοῦ τὸν Παράκλητον, καὶ ἐν ἡμῖν ἐστι δι' αὐτοῦ· καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν, εἰπών· «Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς.» Λοιπὸν οὖν κἂν ἐλάττους ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην ἐχόντων, κατά γε τὴν τῆς ζωῆς ἀστειότητά φημι, ἀλλ' ἐν μείζοσι γεννητῶν γυναικὸς διὰ Χριστόν. Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις. (A f. 118 b, B f. 73, C f. 121 b). Ἦν τάχα που παιγνίου τις τρόπος παρὰ τῶν Ἰουδαίων παισὶν οὕτως ἔχων· Εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τῶν ἑτέρων τὴν εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ' οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο, οὔτε μὴν τοῖς κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες, συνεπλάττοντο. Εἶτα ἀλλήλοις ἐνεκάλουν τρόπον τινὰ τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. Τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν, ἰσχυρίζετο Χριστός. (B f. 73) Ἦλθον γὰρ οἱ προφῆται τὰ ἐσόμενα προαναφωνοῦντες σκυθρωπὰ, καὶ πρὸς θρῆνον διεγερτικά· εἶτα μετ' ἐκείνους ἐλήλυθεν ὁ Χριστὸς, καὶ οἱ ἀπόστολοι αὐλοῦ δίκην ἐξηχοῦντες τὸ τῆς βασιλείας κήρυγμα, καὶ τὴν χάριν τῆς μετανοίας. Ἀλλ' οἱ σκληροκάρδιοι Ἰουδαῖοι οὐ μόνον οὐκ ἐκόψαντο ἐπὶ τοῖς προτέροις, ἀλλ' οὐδὲ ὠρχήσαντο ἐπὶ τοῖς δευτέροις, μηδὲν ἔργον ἀρετῆς διαπραξάμενοι. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων. (A f. 118 b, B f. 73). Διὰ ποίου πράγματος σαγηνευθήσῃ πρὸς πίστιν, ἀσύνετε Φαρισαῖε, πάντα διασύρων ἀδιακρίτως, καὶ οὐδὲν ἀξιῶν ἐπαινεῖν; Προεβάδισε τοῦ Σωτῆρος ὁ μακάριος Βαπτιστὴς, «Μετανοεῖτε,» λέγων, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἀξιόχρεως ἦν εἰς τὸ δύνασθαι πείθειν, καὶ ἐξ αὐτῆς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
