# Commentarii in Lucam (in catenis) 72.633

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.633

φλάζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα. Καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστός· διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλωτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πρόβατα βλέπῃ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε;» Ἀμελητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκποδὼν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα· περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ' αὐτῷ πεποιθότας. Κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, κ.τ.λ. (A f. 127, B f. 80 b, C f. 124) Προσωρμίσθη ὁ Σωτὴρ τῇ Γεργεσηνῶν, ὁμοῦ τοῖς ἁγίοις μαθηταῖς· Εἶτά τις ὑπήντησεν ἀνὴρ, ὃς ἦν ἐνδιαίτημα πολλῶν καὶ ἀκαθάρτων πνευμάτων, ἔξω καὶ νοῦ καὶ φρενὸς ὑπάρχων, καὶ οὐδὲν ἀπεοικὼς τῶν τεθνεώτων ἤδη καὶ ἐν γῇ κειμένων· μᾶλλον δὲ τάχα που καὶ ἐν τοῖς ἔτι χείροσι· γυμνὸς γὰρ τὰ τῶν τεθνεώτων μνήματα περιφοιτῶν, τῆς τῶν δαιμονίων ἀπανθρωπίας ἀπόδειξις ἦν. Ἐφίησι γάρ τινας οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς ὑπ' αὐτοῖς γίνεσθαι, οὐχ ἵνα πάθωσι μᾶλλον, ἀλλ' ἵν' ἡμεῖς δι' αὐτῶν μάθωμεν ὁποῖοί τινές εἰσιν ἐκεῖνοι περὶ ἡμᾶς, οὕτω τε παραιτώμεθα τὸ ὑποκεῖσθαι θέλειν αὐτοῖς· ἑνὸς γοῦν πεπονθότος, οἰκοδομοῦνται πολλοί.—Ὁ Γεργεσηνὸς, ἤγουν ἡ ἐν αὐτῷ λανθάνουσα τῶν δαιμονίων ἀγέλη, προσέπιπτε τῷ Χριστῷ, καὶ ταῦτα ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ·» κ.τ.λ. Καί μοι ἐνταῦθα βλέπε, θάρσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπλεγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας διαβολικῆς, τὸ τολμῆσαι λέγειν· «Τί ἐμοὶ καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;» Δειλίας δὲ, τὸ δέεσθαι ἵνα μὴ βασανισθῇ. Ἀλλὰ γὰρ εἰ οἶδας ὅλως αὐτὸν Υἱὸν ὄντα τοῦ ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς. Εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ, διαρπάζεις; Εἶτα λέγεις· «Τί ἐμοὶ καὶ σοί;» Καὶ τίς ἀνέξεται τῶν ἐπὶ γῆς βασιλέων μέχρι παντὸς ἀνεῖναι Βαρβάροις τοὺς ὑπὸ σκῆπτρα κειμένους; Τὰς σαυτῷ πρεπούσας ἐρεύγου φωνάς· αὗται δέ εἰσιν ἐν τῷ, Δέομαί σου, μή με βασανίσῃς. Καὶ ἄθρει δή μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντων ἐπέκεινα, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχύν. Συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν. Πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ Χριστοῦ ῥήματα. Ἀληθὲς οὖν ὅτι, καθά φησιν ὁ μακάριος Ψαλμῳδὸς, «Τὰ ὄρη ἐτάκησαν ἀπὸ προσώπου τοῦ Θεοῦ.» Ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις πονηρὰς δηλονότι. Πλὴν ὡς πυρὶ προσβαλοῦσαι τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσία κατατήκονται κηροῦ δίκην. (A f. 127) Ἠρώτα Χριστὸς, καὶ προστέταχεν εἰ-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
