# Commentarii in Lucam (in catenis) 72.636

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.636

πεῖν τί τὸ ὅνομα αὐτῷ. Ἆρ' οὖν οὐκ εἰδὼς ἤρετο, καὶ ὡς εἷς τῶν καθ' ἡμᾶς ἐζήτει μαθεῖν; Καίτοι πῶς οὐκ ἀσύνετον παντελῶς τὸ φράσαι τι τοιοῦτον ἢ νοεῖν; Πάντα γὰρ οἶδεν ὡς Θεὸς, καὶ καρδίαν ἐξετάζει καὶ νεφρούς. Ἤρετο οἰκονομικῶς, ἵνα μάθωμεν ὅτι πολλὴ δαιμονίων πληθὺς μίαν ἀνθρώπου ψυχὴν κατενείματο. Ἐπειδὴ γὰρ ὁ Κύριος ᾔδει τὸ πλῆθος τῶν ἐνοικούντων δαιμόνων, οἱ δὲ ὁρῶντες, ἕνα μὲν ἄνδρα ἔβλεπον, μιᾶς δὲ προφερομένης φωνῆς ἤκουον, λέγει· «Εἰπὲ, τί ὄνομά σοι·» ἵνα μὴ αὐτὸς εἰπὼν ὅτι Πολλοί εἰσιν, ἀπιστηθῇ, ἀλλ' αὐτοὶ ὁμολογήσωσιν ὅτι πολλοὶ τυγχάνουσι. Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ, κ.τ.λ. (B f. 82 b) Ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ καταλειφθέντες τὸ χρῆμα ἐπεφρίκεσαν. Παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. (A f. 127 b) ᾜτησέ γε μὴν ἡ τῶν ἀκαθάρτων πνευμάτων ἀγέλη τὴν ἴσην τε καὶ ὁμοίαν ἑαυτῇ τῶν χοίρων ἀγέλην. Κατένευσε δὲ Χριστὸς οἰκονομικῶς, καίτοι τὸ παρ' αὐτῶν ἐσόμενον οὐκ ἠγνοηκώς. Δέδωκε γὰρ τὴν ἐξουσίαν αὐτοῖς, ἵνα ἡμῖν γένηται καὶ τοῦτο μετὰ τῶν ἄλλων, ὠφελείας πρόφασις καὶ ἀσφαλείας ἐλπίς. Αἰτοῦσι γὰρ χοίρων τὴν ἐξουσίαν, ὡς οὐκ ἔχοντες δηλονότι· οἱ δὲ τῶν οὕτω μικρῶν καὶ εὐτελεστάτων οὐκ ἔχοντες ἐξουσίαν, πῶς ἂν ἀδικήσειάν τινα τῶν ἐσφραγισμένων παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀνηρτημένων; Καὶ μὴν καὶ τοῦτο πρὸς τούτοις ἔξεστι μαθεῖν, ὡς ἀπό γε τοῦ συμβεβηκότος τῇ τῶν χοίρων ἀγέλῃ, ὅτι εἰσὶν οἱ ἀλιτήριοι δαίμονες κακοὶ, καὶ τῶν ὑπ' αὐτοῖς γενομένων ἐπίβουλοι. Τοῦτο γὰρ ἐκδείξειεν ἂν καὶ μάλα σαφῶς τὸ κατακρημνίσαι τοὺς χοίρους, ἐναποπνίξαι τε τοῖς ὕδασι. Καὶ διὰ τοῦτο κατένευσεν αἰτοῦσιν αὐτοῖς ὁ Χριστὸς, ἵνα ἐκ τοῦ συμβεβηκότος μάθωμεν ἡμεῖς ὁποῖοί τινές εἰσιν, ὡς ἀπηνεῖς τε καὶ θηριώδεις. Εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; (A f. 130) Οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον, καίτοι γὰρ πάντα εἰδὼς ὁ Σωτὴρ, ὡς μὴ εἰδὼς ἐρωτᾷ, καί φησι· «Τίς ὁ ἁψάμενος μου;» Οὐκ ἀπιθάνως δὲ τῶν ἁγίων ἀποστόλων εἰπόντων, ὅτι «Οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσιν,» ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι, καὶ πάντα τῦφον καταπατεῖν, οὐδὲ γὰρ πόῤῥωθεν εἵποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν· αὐτὸς τὸ πραχθὲν εἰς μέσον συνάγει, καὶ ἐπέμενε λέγων, ὅτι «Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ·» πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος. Ἆρ' οὖν φιλοδόξως ὁ Κύριος οὐκ ἀφῆκε λαθεῖν τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἔνδειξιν, ἤ τοι τὸ συμβαῖνον ἐπὶ τῷ γυναίῳ παράδοξον; Οὐ τοῦτό φαμεν· πῶς γὰρ, ὁ κελεύων σιγᾷν πολλαχοῦ; Ἐκεῖνο δὲ μᾶλλον· βλέπει γὰρ εἰς ὄνησιν πανταχοῦ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
