Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.637
Not analysed yet
τῶν καλουμένων εἰς τὴν διὰ πίστεως χάριν· οὐκοῦν πολλοὺς μὲν ἠδίκησεν ἀγνοηθὲν τὸ σημεῖον· γεγονὸς δὲ γνώριμον, ὠφέλησεν οὐ μετρίως, καὶ πρό γε τῶν ἄλλων τὸν ἄρχοντα τῆς συναγωγῆς. Ἀσφαλεστέραν γὰρ ἐτίθει τὴν τοῦ προσδοκηθέντος ἐλπίδα· καὶ ἀραρότως ἐδίδου θαῤῥεῖν, ὅτι καὶ τῶν τοῦ θανάτου βρόχων ἐξαρπάσει Χριστὸς τὸ θυγάτριον αὐτοῦ. —(A f. 150 b) Οὐ γὰρ ἐξῆν τοῖς μὴ καθαροῖς, ἢ ἅψασθαί τινος τῶν ἁγίων, ἢ ἐγγὺς γενέσθαι ἀνδρὸς ἱεροῦ. Πεπληροφορήμεθα τοίνυν ὡς Θεὸς ἀληθινός ἐστιν ὁ Ἐμμανουὴλ, καὶ ἀπό γε τοῦ παραδόξως ἐνηργημένου, καὶ ἐξ ὧν ἔφη θεοπρεπῶς· «Ἐγὼ γὰρ καὶ ἔγνων, φησὶ, δύναμιν ἐξεληλυθυῖαν ἀπ' ἐμοῦ.» Ἔστι δὲ μέτρων ἐπέκεινα τῶν καθ' ἡμᾶς, ἢ τάχα που καὶ ἀγγελικῶν, τὸ δύνασθαι δύναμιν ἐκπέμψαι τινὰ, καὶ ὡς ἀπό γε τῆς ἰδίας φύσεως, τουτέστιν ἀφ' ἑαυτῶν. Πρέπει δὲ μόνῃ τὸ χρῆμα τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει· οὐδὲν γὰρ τῶν ἐν τοῖς κτίσμασι φέρει τινὰ δύναμιν ἰατρικὴν, ἢ γοῦν ἑτέραν τινὰ ἰδίαν, ἀλλὰ θεόσδοτον. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα. (H f. 30) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία· χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα· πῶς ὁ Ἰησοῦς πρὸς ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῄει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν, καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν· καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην, πρώτη αὐτὴ θεραπεύεται. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων Συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν· ἡ δὲ αἱμοῤῥοοῦσα ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ' ἀεὶ αἱμοῤῥοοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύει τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ κἂν τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ. Καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης, αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ Συναγωγὴ, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης, καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι.