# Commentarii in Lucam (in catenis) 72.640

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.640

Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλ' αὐτὴ δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα, οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι· ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων, κρασπέδου ἡψάμεθα· ἀλλ' ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ· «Θύγατερ, ἡ πίστις σου σέσωκέ σε.» Καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. «Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» ΚΕΦΑΛ. Θʹ. Ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. (A f. 132, B f. 88, C f. 125 b, D f. 34 b) Ἀληθὲς εἰπεῖν, ὅτι πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεής. Τοὺς γάρ τοι τὴν πάναγνον καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς παρ' ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς τῶν κατωρθωμένων ἁγιοπρεπῶς χαρίζεται τὴν ἀντέκτισιν, καὶ δόξης αὐτοὺς τῆς ἰδίας καθίστησι κοινωνούς. Δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐναργῆ, τοὺς ἁγίους ἀποστόλους. Ὅρα γεγονότας ἐκπρεπεστάτους, καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξῃ κατεστεμμένους, νέμοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ· «Δέδωκε γὰρ αὐτοῖς, φησὶ, δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν.» Ἀλλ' ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων, τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων οἷς ἂν βούληται τὴν ἐξουσίαν, καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους, καὶ μόνου Θεοῦ· ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ δόξα οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. Ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις ἀποστόλοις ἐκνεμηθεῖσα χάρις· ἐπέκεινα δὲ παντὸς ἐπαίνου καὶ θαύματος, ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ αὐτοῖς, ὡς ἔφην, χαρίζεται δόξαν. Ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν, τὴν τοῦ διαβόλου φημὶ, καταστρέφει. Καί τοι λέγοντός ποτε· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι.» Ἐσφάλλετο δὲ τῆς ἀληθείας, καὶ διημάρτηκε τῆς ἐλπίδος, ὁ σοβαρὸς καὶ θρασὺς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος. Ἀντέταξε γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος. Καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
