# Commentarii in Lucam (in catenis) 72.653

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.653

καθ' ὃν καιρὸν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ, καὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἐν σμικροπρεπείᾳ τῇ καθ' ἡμᾶς· ταῦτα ὑποσχόμενος ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς αὐτῶν τοὺς ἀπολέκτους ἔχων.— (E f. 344) Δεικνὺς ὅτι χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ' ὁ τῶν γηΐνων κατεπαρθεὶς καὶ ὑπεράνω πάντων τῶν κατὰ σῶμα γενόμενος, καὶ ἔξω φροντίδων βιωτικῶν κατ' ἰδίαν ἐν ἡσυχίᾳ καταστὰς, καὶ τῆς τῶν παθῶν ὑψηλότερος καταδυναστείας χρηματίσας. Εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν. Εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν, φησὶν, ἐν Ἱερουσαλὴμ, τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ ἐπὶ τοῦ σταυροῦ σωτήριον πάθος. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ τῆς πάντων ἕνεκεν σωτηρίας οὐ παραιτήσεται τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωϋσέως καὶ Ἠλιοῦ παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα δεικνῦσα, δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν Δεσπότην, προδειχθέντα δὲ παρ' αὐτῶν, δι' ὧν ἀλλήλοις συνῳδὰ προεκήρυττον. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀλλήλοις προσλαλεῖν Μωϋσέα τὸν ἱερωτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον Ἠλίαν. Ἀλλ' οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσι, τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· εἶτα διαγρηγορήσαντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς· ἤγουν ἀνενεγκόντες τοῦ κάρου, ἐγίνωσκον ἀκριβῶς τὴν ἀλήθειαν· καὶ οἰηθεὶς λοιπὸν ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα ἔνεστιν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖν γενέσθαι φησίν. Ἀλλ' οὐκ ᾔδει, φησὶν, ὃ λέγει· οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, καὶ τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης ἐλπίδος τὴν μέθεξιν. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας, πῶς ἦν εἰκὸς καταλῆξαι τὸν Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. Οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος, ὅπερ ἔφη. Ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. (B f. 93 b) Ἐπειδὴ ἤκουον, ὅτι δεῖ ἀναστῆναι τὴν ἡμετέραν σάρκα, ποίῳ δὲ σχήματι ἄδηλον ἦν, ἵνα δῷ δεῖγμα τῆς μεταβολῆς, αὑτοῦ τὴν σάρκα μετέβαλεν, ἵνα ἡμῖν τὴν ἐλπίδα βεβαιώσῃ· μεταμορφοῦται τοιγαροῦν ἔμπροσθεν αὐτῶν. Πεπρᾶχθαι δέ φαμεν τὴν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
