# Commentarii in Lucam (in catenis) 72.661

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.661

τουτέστιν, «Ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας,» τὸν μετριόφρονα λέγων, καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι' εὐλάβειαν. Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, κ.τ.λ. (B f. 98 b) Ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθὸς, κἂν μικρὸν εἴη τις τυχὸν, κἂν τῶν ἐν προὔχοντι μέτρῳ τε καὶ δόξῃ («Ὁ δεχόμενος γὰρ, φησὶ, τὸ παιδίον τοῦτο, ἐμὲ δέχεται, καὶ τὸν Πατέρα μου»), πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν, καὶ πρωτείων ἐρᾷν; Διατρανοῖ δὲ ἐπὶ πλέον τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν, καί φησιν, τὸν μικρότερον ἐν πᾶσι διὰ ταπεινοφροσύνην, τοῦτον εἶναι μέγαν. Διότι γέγραπται, ὅτι «Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.» Εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, κ.τ.λ. (B f. 98 b) Δικαίως τοῦτον ἀπεπέμψατο· ἐχρῆν γὰρ αὐτὸν λαβεῖν τὸν ἑαυτοῦ σταυρὸν, ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ βίου τούτου περισπασμοῖς. «Ἡ γὰρ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστι.» Τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως, οὐκ ὀνειδίζων μᾶλλον, ἀλλ' ἐπανορθῶν· διὰ τοῦτό φησιν·

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
