# Commentarii in Lucam (in catenis) 72.677

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.677

Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, κ.τ.λ. (E f. 170) Καιρὸν μὲν ἐκεῖνόν φησι καθ' ὃν ὁ Σωτὴρ τὰς διατριβὰς ἐπὶ τῆς γῆς ἐποιεῖτο, ὁ πανταχοῦ παρὼν, καὶ τῶν πατρικῶν μὴ ἐξιστάμενος.—(A f. 141) Νομικὸν δὲ ἐν τούτοις φησὶν ὁ εὐαγγελιστὴς, τὸν νομοΐστορα, κατά γε τὴν παρὰ Ἰουδαίων συνήθειαν, ἤγουν τὸν οἰόμενον εἰδέναι τὸν νόμον, οὐ μὴν ἔτι καὶ εἰδότα κατὰ ἀλήθειαν. Οὗτος ἐνόμισε συναρπάσαι Χριστόν· καὶ ἐπί τισιν, ἐρῶ. Λογοποιοί τινες ἀθυροστομεῖν εἰωθότες, ἅπασαν περιεφοίτων τὴν τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, κατηγοροῦντες Χριστοῦ, καὶ φάσκοντες, ὅτι τὴν μὲν διὰ τοῦ Μωϋσέως ἐντολὴν ἀνόνητον εἶναί φησι, καινὰ δὲ αὐτὸς εἰσφέρει διδάγματα· ἦσαν δὲ τῶν πιστευσάντων ἤδη τινὲς, οἳ τοῖς παρ' ἐκείνων ἀντέπραττον λόγοις, ἀποδεχόμενοι πανταχοῦ τὸ εὐαγγελικὸν σωτήριον κήρυγμα. Ἐθελήσας τοίνυν ὁ νομικὸς, ἤγουν οἰηθεὶς δύνασθαι παγιδεῦσαι Χριστὸν εἰς τὸ λαλῆσαί τι κατὰ Μωϋσέως, ἤγουν τῆς δι' αὐτοῦ λαληθείσης ἐντολῆς, κρείττονα τὴν παρ' ἑαυτοῦ διδασκαλίαν εἰπεῖν, πρόσεισι πειράζων αὐτὸν καὶ λέγων· «Τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω.» Μεθ' ὑποκρίσεως πρόεισι, καὶ γνώμης ἐπιπλάστου καὶ τιμᾷν ὑποκρινόμενος, διδάσκαλον ὀνομάζει, ὡς ἂν διὰ τῆς χρηστολογίας ἡ ἐν αὐτῷ κεκρυμμένη διαλάθῃ πεῖρα· ἀλλ' εἶπεν ἄν τις αὐτῷ τῶν εὖ εἰδότων τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· Εἰ νόμον ἠπίστασο, καὶ τῆς ἐν αὐτῷ κεκρυμμένης θεωρίας τὴν δύναμιν, οὐκ ἂν ἠγνόησας ὃν πειράζειν ἐπεχείρεις, εἰδότα τὰ κεκρυμμένα, καὶ καθορᾷν ἰσχύοντα τὰς τῶν προσιόντων αὐτῷ καρδίας. Διδάσκαλον ἀποκαλεῖς, μανθάνειν οὐκ ἀνεχόμενος· ὑποκρίνῃ τιμᾷν, συναρπάσαι προσδοκῶν. Ἄθρει δέ μοι πάλιν τὸ κακόηθες εἰς λόγους τοῦ νομικοῦ· ἐξῆν μὲν γὰρ εἰπεῖν· Τί ποιήσας, σωθήσομαι, ἤγουν ἀρέσω Θεῷ, καὶ τὸν παρ' αὐτοῦ λήψομαι μισθόν; Ἀλλ' ἐκεῖνα μὲν ἀφίησι· κέχρηται δὲ μᾶλλον ταῖς τοῦ Σωτῆρος φωναῖς, τῆς ἑαυτοῦ κεφαλῆς καταχέων τὸν γέλωτα. Ἐπειδὴ γὰρ ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ περὶ ζωῆς αἰωνίου διαλέγεσθαι συχνῶς τοῖς προσιοῦσιν αὐτῷ, διαλεγόμενος ὡς ἔφην ὁ περίαυτος νομικὸς, ταῖς αὐτοῦ κέχρησαι φωναῖς. Ἀλλ' εἴπερ ἦσθα φιλομαθὴς ἀληθῶς, ὦ νομικὲ, ἤκουσας ἂν παρ' αὐτοῦ τὰ εἰς ζωὴν ἀποφέροντα τὴν αἰώνιον· ἐπεὶ δὲ πειράζεις κακούργως, οὐδὲν ἕτερον ἀκούσῃ, πλὴν ὅτι μόνον τὰ διὰ Μωϋσέως τοῖς πάλαι τεθεσπισμένα· ἅπερ προδήλως οὐδὲ τὴν αἰώνιον εἶχε ζωὴν ἀντιμισθίαν, ἀλλὰ τὴν ἐνταῦθα δεδομένην, τῶν τε κακῶν ἀπαλλαγὴν, καὶ τῶν χρηστοτέρων ἀντίδοσιν. «Ἐὰν γὰρ θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης, κ.τ.λ. (A f. 143, B f. 106, E f. 177) Πλὴν ἀπαγγείλαντος τοῦ νομικοῦ τὰ ἐγκείμενα τῷ νόμῳ, κολάζων αὐτοῦ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
