# Commentarii in Lucam (in catenis) 72.680

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.680

τὴν πονηρίαν, καὶ τὸ δύστροπον ἐλέγχων φρόνημα Χριστὸς ὁ πάντα εἰδώς· «Ὀρθῶς ἀπεκρίθης, φησί· τοῦτο ποίει καὶ ζήσῃ.» Ἐκπέπτωκε τῆς θήρας ὁ νομικὸς, ἐῤῥάγη τῆς ἀπάτης τὸ λῖνον· οὐκοῦν ἐπιφωνῶμεν αὐτῷ τὸ διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἠγρεύθης καὶ ἐλήφθης.»—(A f. 143 b, E f. 178) Ἀποτυχὼν τῆς θήρας, ἐκκεκύλισται πρὸς φιλοδοξίαν· ἐξ ἀπάτης εἰς ὑπεροψίαν· ἀλλήλαις ὥσπερ αὐτὸν αἱ κακίαι κιχρῶσιν. Ἠρώτησε γὰρ οὐ μαθεῖν θέλων, ἀλλ' ᾗ, φησὶν ὁ εὐαγγελιστὴς, θέλων ἑαυτὸν δικαιῶσαι. Ἄθρει δὲ ὅπως ἐκ φιλαυτίας τε ὁμοῦ καὶ ὑπεροψίας, ἀναίδην ἀνεφώνει· «Καὶ τίς ἐστί μου πλησίον;» Τίς ἐστιν οὗτος, φησὶν, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Ὑπερέχω πάντων· εἰμὶ νομικός· κρίνω πάντας, οὐ κρίνομαι παρά τινος· δικάζω, καὶ οὐ δικάζομαι· πάντων διαφέρω· πάντων κρείττων τυγχάνω· πᾶσιν ἐπιτάττω· πάντες μου χρῄζουσιν, ἐγὼ δὲ χρῄζω οὐδενός· τίς μου ἄρα ἐστὶ πλησίον, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Οὐδεὶς αὖ, νομικὲ, κατὰ σέ; Πάντων ἐπέκεινα σαυτὸν ἀποφέρεις; Κατένεγκε τὴν ὀφρύν· μέμνησο τοῦ λέγοντος παροιμιαστοῦ· «Οἱ δὲ ἑαυτοῖς ἐπιγνώμονες, σοφοί.» Ὄντως ἐν τούτοις ἡ τῆς ζωῆς δύναμις ἐν τῷ ἀγαπᾷν τὸν Θεὸν καὶ πλησίον, οὐκ ἀλλαττομένοις ὑφ' ἡμῶν, ἀλλ' ἐπιτεινομένοις ὑπὲρ τὰ μέτρα τὰ Ἰουδαϊκὰ, καὶ τῆς ἐπιτάσεως ἐμπεριεχομένης δυνάμει τοῖς εἰρημένοις ἐπιτάγμασι. Τὸ γὰρ ἐξ ὅλης καρδίας, καὶ ψυχῆς, καὶ ἰσχύος τὸν Θεὸν ἀγαπᾶν, ὑπεξαίρει τὴν πρὸς χρήματα, τὴν πρὸς ἡδονὴν, τὴν πρὸς κενὴν δόξαν ἀγάπην· ἐξάγει κοσμικῆς διαθέσεως, ἐκλεκτὸν ἀπὸ κόσμου καθίστησι, συνάπτει Χριστῷ, καὶ τὸ ὅλον εἴπειν, Χριστιανὸν ἐξ Ἰουδαίου ποιεῖ. Ἥ τε πρὸς τὸν πλησίον ἀγάπη καλῶς νοουμένη, ὅταν μὴ πρὸς τὸ ὁμοεθνὲς ᾖ μόνον, ἀλλὰ πρὸς πᾶν τὸ ὁμογενὲς, ἀκόλουθος τῇ πρὸς Θεὸν ἀγάπῃ καθίσταται· προσλαμβάνουσα καὶ τὸ κατὰ μίμησιν Χριστοῦ, τὸ μὴ μόνον ὡς ἑαυτὸν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτόν· ὥστε θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων· ὅπερ ὁ Κύριος πεποίηκεν. Ἐπαινεθεὶς μέν τοι ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, ὡς καλὴν τὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν· οὐδένα εἶναι πλησίον ἑαυτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. Τοιαῦτα δὲ φρονῶν οἷα ἐκεῖνος ὁ Φαρισαῖος, ὁ λέγων· «Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων·» οὐκ εἰδὼς ὡς τοῦτο διαφθείρει τὴν δικαιοσύνην, τὸ μὴ ἐξ ἀγάπης ὃ πράττει ποιεῖν. Ἐνδεὴς οὖν καὶ οὗτος τῆς ἀγάπης ἁλίσκεται· πάντως μὲν καὶ τῆς πρὸς Θεὸν, οὐ μὴν ἀλλὰ καὶ τῆς γε πρὸς τὸν πλησίον, ἐμφανῶς, ὅπου οὐδὲ εἶναί τινα πλησίον ἑαυτοῦ λογίζεται· δῆλον δὲ ὅτι τὸν ἀδελφὸν οὐκ ἀγαπῶν ὃν ἑώρακεν, οὐ δύναται Θεὸν ἀγαπᾷν ὃν οὐχ ἑώρακεν. Ἄνθρωπός τις κατέβαινεν, κ.τ.λ. (E f. 179) Ὅρα δὲ πῶς δείκνυσιν τὸν πλησίον ὁ Σωτὴρ τίς ἐστιν, οὐ γένει διορίζων, οὐκ ἀρετῇ δο-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
