# Commentarii in Lucam (in catenis) 72.689

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.689

προσευχομένους οὐχ ὑπέρ γε μᾶλλον ἑαυτῶν, ἀλλ' ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς λιτάς. Τί οὖν ἄρα ἐστὶ τὸ, «Ἁγιασθήτω τὸ ὄνομά σου;» Φαμὲν, ὅτι οὐχ ἁγιασμοῦ προσθήκην ἐνυπάρξαι παρακαλοῦσι τῷ ἐπὶ πάντας Θεῷ. Τίς γάρ ἐστιν ὁ μείζων αὐτοῦ, καὶ προσδοῦναί τι δυνάμενος; Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· ἐκεῖνο δὲ μᾶλλον ἑαυτοῖς τε καὶ πᾶσιν ὑπάρξαι παρακαλοῦσιν. Ὅτε διακείμεθα καὶ πιστεύομεν ὅτι Θεὸς ὁ φύσει καὶ ἐπὶ πάντας, ἅγιος ἁγίων ἐστὶ, τότε τὸν φόβον αὐτοῦ λαβόντες εἰς νοῦν, ὀρθήν τε καὶ ἀνεπίληπτον ἐπιτηδεύομεν ζωήν· ἵνα οὕτως ἅγιοι γεγονότες, ἐγγὺς εἶναι δυνηθῶμεν τοῦ ἁγίου Θεοῦ. Γέγραπται γὰρ, ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.» Ἔφη δή που καὶ πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι.» Οὐκοῦν ἐν ἡμῖν, φησὶν, ἅγιον ἔστω τὸ ὄνομά σου· τοῦτο γὰρ δὴ τὸ ἁγιασθήτω δηλοῖ. Καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ κόσμου, τοῦτο παρακαλοῦσιν. Ἐννόησον γὰρ ὅτι παρὰ τοῖς οὔπω τὸ τῆς ἀληθείας πλουτήσασι φῶς, μήτε μὴν τὴν πίστιν παραδεξαμένοις, ἔτι καταπεφρόνηται τὸ ὄνομα τοῦ Θεοῦ. Οὔπω γὰρ αὐτοῖς ἅγιον εἶναι δοκεῖ, καὶ σεπτὸν καὶ προσκυνητόν. Ἐπὰν δὲ τὸ τῆς ἀληθείας αὐτοῖς ἐλλάμψῃ φῶς, καὶ ὡς ἐκ νυκτὸς καὶ σκότους διαγρηγορήσωσι, μόλις τότε μαθόντες τίς τε καὶ ὅσος ἐστὶν, ἅγιον ἁγίων ὁμολογοῦσιν αὐτόν. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, συνήσεις ἐντεῦθεν. Ἔφη τις τῶν ἁγίων προφητῶν· «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος· καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμόν.» Ἆρα οὖν ἡμεῖς ἅγιον ἀποτελοῦμεν τὸν Θεὸν, τὸν ἐξ ἰδίου πληρώματος διανέμοντα πλουσίως τῇ κτίσει τὰ παρ' ἑαυτοῦ; Ἀλλὰ δῆλον ὡς ἐκεῖνο διδάσκειν φαμὲν αὐτὸν, ὅτι Ἅγιον εἶναι αὐτὸν πιστεύετε· τότε γὰρ αὐτὸν φοβηθήσεσθε, ἔσται δὲ οὗτος ὑμῖν καὶ εἰς ἁγιασμόν. Γέγραπται δὲ πάλιν περὶ Χριστοῦ· «Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχήν·» τουτέστι, παρ' οὐδὲν αὐτὴν ἡγήσατο· τέθεικε γὰρ αὐτὴν ὑπὲρ ἡμῶν. Πλὴν ἁγιαζέσθω, φησὶ, παρ' ὑμῶν, τουτέστιν ὁμολογείσθω ἅγιος. Καὶ γάρ ἐστι τοῦτο κατὰ φύσιν, Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς Θεοῦ. Τὸ γὰρ ἅγιον οὐσιωδῶς πρέποι ἂν οὐδενὶ μὲν τῶν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένων, μόνῃ δὲ τῇ ἀνωτάτῳ καὶ ὑπὲρ πάντα φύσει. Ὅταν οὖν πιστεύωμεν ὅτι κατὰ φύσιν ἅγιος ἐστι, τοῦτο γάρ ἐστι τὸ «ἁγιάζειν αὐτὸν,» τότε προσομολογοῦμεν ὅτι καὶ Θεός ἐστιν ἀληθινὸς, ἕτι δὲ κεχωρισμένος ἀπὸ τῶν λοιπῶν, καὶ ἐν ὑπεροχῇ μεγίστῃ. Ἐλθέτω ἡ βασιλεία σου. (A f. 150) Ἀεί γε μὴν βασιλεύοντος τοῦ Θεοῦ, καὶ κατακρατοῦντος ὅλων, τί δὴ βούλεται τὸ, «Ἐλθέτω ἡ βασιλεία σου;» Ἐοίκασι τοίνυν ἐπιθυμεῖν οἱ τοῦτο λέγοντες ἐν προσευχαῖς, ἐπιλάμψαντα πάλιν ἰδεῖν ἐν κόσμῳ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἥξει γὰρ, ἥξει, καὶ καταβήσεται κριτὴς, καὶ οὐκ ἐν ὑφέσει τότε τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ θεοπρεπεῖ δορυφορούντων

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
