# Commentarii in Lucam (in catenis) 72.701

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.701

Ὁμοίως ὁ μετ' αὐτὸν Ἰησοῦς ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼ, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνών. Ἔστησε τὸν Ἰορδάνην, καὶ τοῖς ἐκείνου νάμασιν ἐνῆκε δεσμόν. Σὺ δὲ τούτων ἔδειξας οὐδέν. Τὸ γὰρ ἐξ οὐρανοῦ βούλεσθαι σημεῖον αἰτεῖν, οὐδὲν ἕτερον ὑπεμφήνειεν ἂν, πλὴν ὅτι τοιούτους ἐσχήκασιν ἐπ' αὐτῷ τότε διαλογισμούς. Καὶ τί πρὸς ταῦτα Χριστός; Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα, κ.τ.λ. (A f. 155 b) Πρῶτον μὲν ὄντα Θεὸν ἑαυτὸν ἀποφαίνει, διὰ τοῦ καὶ τὸ λάθρα ψιθυρισθὲν παρ' αὐτοῖς εἰδέναι· ἔγνω γὰρ τοὺς διαλογισμοὺς αὐτῶν. Ἔπειτα τῆς οὕτω δεινῆς ἀφιστὰς αὐτοὺς ἀσεβείας, οὐδὲν ἀπὸ τῶν Γραφῶν φησιν, οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἔμελλον, ἀλλ' ἀπὸ τῶν κοινῇ συμβαινόντων. Καὶ πόλις γὰρ, φησὶν, καὶ οἰκία, ἂν σχισθῇ, ταχέως διαλύεται· καὶ βασιλεία, ἧς οὐδὲν δυνατώτερον Εἰ οὖν καὶ ἐγὼ δαίμονα ἔχων, δι' ἐκείνου ἐκβάλλω τοὺς δαίμονας, στάσις μεταξὺ δαιμόνων ἐστί· καὶ εἰ κατ' ἀλλήλων ἵστανται, ἀπόλωλεν αὐτῶν ἡ ἰσχύς. Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα τὸ γνήσιον. Ἵστησι δὲ οἴκους τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτοῖς. Ἔστησε δ' ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; Οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπεται τὰ δαιμόνια. Οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ· οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις, συγκροτεῖ δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν. Λείπεται τοίνυν ἐννοεῖν ὅτι δυνάμει θείᾳ συντρίβω τὸν Σατανᾶν.—(A f. 156) Τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ, ταῖς τοῦ Βεελζεβοὺλ συνεργίαις ἐπικουρούμενον, εἰς τὸ δύνασθαι τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ Ὠσηὲ προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ.» Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι, (A f. 156) Ἰουδαῖοι γὰρ καὶ ἐξ Ἰουδαίων κατὰ σάρκα γεγόνασιν οἱ μακάριοι μαθηταί. Οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἐσχήκασι παρὰ Θεοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ, «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.» Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ, ἐν ὀνόματί μου τὸν Βεελζεβοὺλ συντρίβουσιν, ἐπιπλήττοντες αὐτοῦ τοῖς δορυφόροις, καὶ ἀμελητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφημία, πολὺ τὸ ἀμαθὲς δὲ ἔχουσα συμπεπλεγμένον, τὸ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
