# Commentarii in Lucam (in catenis) 72.713

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.713

σκευῶν, καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἂν ἔχοι, καὶ προσέτι τουτῳ τῶν ἔσω. Ὁ γὰρ ποιήσας, φησὶ, τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν· τουτέστιν, ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. Χρὴ τοιγαροῦν ἑνὸς ὄντα ποιήματα τοῦ φιλαρέτου Θεοῦ, σύνδρομον ἔχειν τὴν ἀποκάθαρσιν. Ἀλλ' ἦν ἄηθες τοῦτο τοῖς Γραμματεῦσί τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς, πάντα δρᾷν ἐσπούδαζον· τάφοις κεκονιαμένοις προσεοικότες, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας. Ἀλλ' οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστὸς, ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ τε καὶ σώματι. Καὶ γοῦν ἔφη τις τῶν παρ' ἡμῖν· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Καὶ μὴν καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ· «Λούσασθε, φησὶ, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου.» Ἐπιτήρησον δὲ τοῦ λόγου τὸ ἀκριβές· πονηροὶ γὰρ ὄντες ἔσθ' ὅτε λάθοιεν ἄν τινες τοὺς ἀνθρώπων ὀφθαλμοὺς, τοὺς δέ γε θείους οὐκ ἔνεστι λαθεῖν. Ποῖον οὖν φάρμακον αὐτοῖς μετὰ τοὺς ἐλέγχους δέδωκεν ὁ Σωτήρ; Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν. (A f. 162 b) Καίτοι πλείστας εἶναί φαμεν τῆς εὐδοκιμήσεως τὰς ὁδοὺς, οἷον πραότητα, ταπεινοφροσύνην, καὶ τὰ τούτοις ἀδελφά· ἀνθότου δὴ οὖν, τῶν τοιούτων ἀφέμενος, φιλοικτείρμονας αὐτοὺς γενέσθαι κελεύει; Φιλάργυροι λίαν ἦσαν οἱ Φαρισαῖοι, καὶ χρημάτων πορισμοὺς ἀκορέστῳ χειρὶ συλλέγοντες. Καὶ γοῦν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· «Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; Ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Κεχώρηκε τοίνυν οἰκονομικῶς κατὰ τοῦ κρατοῦντος αὐτῶν ἀῤῥωστήματος. Ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, κ.τ.λ. (A f. 163, C f. 133) Ἃ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τῶν ὑπὸ χεῖρα λαῶν, αἳ πλείστων αὐτοῖς λημμάτων ὁδὸς ἦσαν καὶ ἀφορμή· ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
