Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.716
Not analysed yet
αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου τὴν παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία, καὶ τὸ φροντίδος ἴσως ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ καταῤῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων, μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ἐνορᾷν, ἀλλ' ἀπροσκλινῆ ποιεῖσθαι τὴν ψῆφον, τὴν ἐφ' ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν, οὐκ ἀγάπην τὴν εἰς τοὺς ἀδελφοὺς τηρούντων ἐστί. Τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων. Ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, κ. τ. λ. (A f. 163) Δι' ὧν ἐκείνοις ἐπιτιμᾷ, διὰ τούτων αὐτῶν ἡμᾶς ἀμείνους ἀποτελεῖ· ἀφιλοδόξους γὰρ ἡμᾶς εἶναι βούλεται, καὶ μὴ τὸ δοκεῖν πρὸ τοῦ ἀληθῶς εἶναι μεταδιώκειν· ὅπερ ἐποίουν οἱ Φαρισαῖοι· ἀσπασμὸς γὰρ ὁ παρά τινων, καὶ τὸ προεδρεῦσαι φιλεῖν, οὐ πάντως ἡμᾶς εὐδοκίμους ὄντας ἀποφαίνει· ὑπάρχει γὰρ τοῦτο πολλοῖς καὶ οὐκ ἀγαθοῖς οὖσι. Διαδείκνυσι δὲ τοῦτο λέγων εὐθὺς ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.» —(A f. 163 b, C f. 133) Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προεδρεύειν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσιν, ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. Ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν, καὶ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττεσθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. (A f. 163 b, B f. 119, Cf. 133) Δυσφόρητον μὲν ἀεί πώς ἐστι παντὶ ἀνθρώπῳ, τὸ ἐλέγχεσθαι· πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι· μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. Ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. Ὁ μὲν γὰρ Σωτὴρ τῶν ὅλων, ἐπετίμα τοῖς Φαρισαίοις ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς τοῦτο δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στίφος· ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ' ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ' ἦν δή που κρεῖττον ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀῤῥωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα [καὶ] χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; Ἐπιτείνει τὸν ἔλεγχον, καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει, λέγων· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία, κ. τ. λ. (A f. 163 b, B f. 119) Ὡς ἐκ παραδείγματος ἐναργοῦς, τὸν πρὸς αὐτοὺς ἐξυφαίνει λόγον· φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ·