# Commentarii in Lucam (in catenis) 72.717

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.717

ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, λέγοντες ἐν ταῖς Πράξεσι· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;» Καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς, προσφωνῶν καὶ λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Κοπιῶντας δὲ καὶ πεφορτισμένους, τοὺς ὑπὸ νόμον εἶναί φησι, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο τοῦ νόμου. Ὡς γὰρ Παῦλός φησιν, «Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει.» Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί· δυσβάστακτα γὰρ φορτία καταδεσμεύοντες, εἶτα τοῖς ὑπὸ τὸν νόμον ἐπιτιθέντες αὐτὰ, αὐτοὶ τούτοις οὐ προσψαύετε· ἀπαράβατον γὰρ προστάττοντες τηρεῖσθαι τὴν Μωϋσέως ἐντολὴν, καὶ δίκην τοῖς ἀθετοῦσιν ἐπάγοντες, αὐτοὶ λόγου τοῦ μηδενὸς ἠξίουν τὸ ἐργάσασθαί τι τῶν διατεταγμένων. Τοῖς ταῦτα δρᾷν εἰωθόσι καὶ ὁ σοφώτατος Παῦλος ἐπιπλήττει, λέγων· «Ὁ διδάσκων ἔτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων μὴ κλέπτειν, κλέπτεις; Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Ὃς ἐν νόμῳ καυχᾷ, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;» Ἀδόκιμος [cod. εὐδ.] γὰρ ὁ διδάσκων ἐστὶν, ὅταν ἀσύμβατον ἔχῃ τῷ λόγῳ τὸν τρόπον· τούτῳ καὶ αὐτὸς ὁ Σωτὴρ πικρὰν ἐπήρτηκε δίκην, λέγων, ὡς «Ὁ μὲν διδάξας καὶ ποιήσας, μέγας κληθήσεται· ὃς δ' ἂν διδάξῃ μὲν, μὴ ποιήσῃ δὲ, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. (A f. 164, B f. 120, D f. 47 b) Ἀδόκιμον ἀποφήνας καὶ αὐτὸ τῶν νομικῶν τὸ παμμόχθηρον ἐργαστήριον, κοινὸν ἅπασι τοῖς Ἰουδαίων καθηγηταῖς ἐξυφαίνει τὸν ἔλεγχον· τί δὲ ἄρα φησὶν, ἐρευνήσωμεν ἀκριβῶς. Οἱ μὲν τῶν Ἰουδαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας, τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονότες, ὁμολογοῦντες ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς τάφους, ἤτοι τὰ μνημεῖα, τιμὴν ἀπονέμοντες τὴν τοῖς ἁγίοις πρεπωδεστάτην. Οὐκοῦν ἀπεκτόνασι μὲν οἱ πατέρες αὐτῶν, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους, κριταὶ γεγόνασι τῶν ἀποκτεινάντων αὐτούς· δι' ὧν γὰρ τιμᾷν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσι ὡς ἠσεβηκότων. Ἀλλ' οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαις καταψηφισάμενοι, τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, καὶ διὰ τῶν αὐτῶν ἰέναι πλημμελημάτων, μᾶλλον δὲ διὰ τῶν ἔτι χειρόνων. Ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζει, φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται· αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη ψυ-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
