# Commentarii in Lucam (in catenis) 72.732

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.732

ἡ δίκη, καὶ διηνεκὴς ἡ κόλασις καὶ ἐν τῷδε τῷ κόσμῳ, καὶ ἐν τῷ μέλλοντι. Πνεῦμα δέ φησιν ἐν τούτοις, οὐχὶ μόνον τὸ ἅγιον, ἀλλὰ γὰρ τὴν ὅλην τῆς Θεότητος φύσιν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι πνεῦμα ὁ Θεός· οὐκοῦν ἡ κατὰ τοῦ Πνεύματος βλασφημία, καθ' ὅλης ἂν γένοιτο τῆς ἀνωτάτω πασῶν οὐσίας· μία γὰρ ἡ τῆς Θεότητος φύσις ἐν ἁγίᾳ καὶ προσκυνητῇ νοεῖται Τριάδι. Μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσεσθε. (A f. 170) Τοσοῦτον ἐπαρτήσας τὸν φόβον ὁ Κύριος, καὶ παρασκευάσας εἰς τὸ γεννικῶς ἀνθίστασθαι τοῖς ἀφιστᾶσι τῆς ὀρθῆς ὁμολογίας, περὶ τῶν ἄλλων κελεύει μὴ μεριμνᾷν, τουτέστι περὶ ἀπολογίας· διότι τοῖς πιστῶς καὶ ἀγαπητικῶς διακειμένοις ἐνεργεῖ τὸ Πνεῦμα τοὺς προσήκοντας λόγους, ὡσπερεὶ διδάσκαλος ἔνδον ἐνοικῶν. Τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς; (A f. 171, E f. 190) Κεχειροτόνηται μὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅτε πέφηνε καθ' ἡμᾶς, ἄρχων τε καὶ βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ τί κατορθώσων, διατρανοῖ πάλιν αὐτός. Ἀφῖγμαι γὰρ δὴ, φησὶ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Καὶ ποῖον τοῦτό ἐστι; βούλεται γὰρ ἡμᾶς ὁ φιλάρετος ἡμῶν Δεσπότης, παντὸς ἀποφοιτᾷν γηΐνου τε καὶ προσκαίρου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἴκοντας δὲ μᾶλλον αὐτοῖς, κἂν βούλωνται πλεονεκτεῖν. «Ἀπὸ γὰρ τοῦ αἴροντος, φησὶ, τὰ σὰ, μὴ ἀπαίτει·» ζητοῦντας δὲ μᾶλλον τὰ ὅσαπέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Τοῖς οὕτω ζῇν εἰωθόσι, νόμους ὁρίζει Χριστὸς, καθ' οὓς ἂν γένοιντο λαμπροὶ καὶ ἀπόβλεπτοι· ἔφη γοῦν· «Μὴ κτήσησθε ἀργύριον, μήτε χρυσίον, μήτε δύο χιτῶνας, μήτε πήραν, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.» Καὶ πάλιν· «Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ αὖ, ἐπειδή τις προσελθὼν νεανίας ἤρετο, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὕπαγε, φησὶ, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς.» Οὐκοῦν τοῖς μὲν ὑποφέρουσιν εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ διατάττει, καὶ νομοθετεῖ, καὶ μερίζει τὸν οὐράνιον κλῆρον, καὶ διανέμει τὰς πνευματικὰς εὐλογίας· τοῖς γε μὴν μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς, εἰκότως ἐρεῖ· «Τίς με κατέστησεν ἄρχοντα ἢ μεριστὴν ἐφ' ὑμᾶς;» Ἀποσείεται μὲν οὖν ἐκεῖνον, ὡς ὀχληρὸν, καὶ οὐδὲν ἐθέλοντα μαθεῖν ὧν εἰδέναι ἐχρῆν. Ἀφίησί γε μὴν οὐκ ἀνουθετήτους ἡμᾶς, εὐκαίρου δὲ ὥσπερ λαβόμενος ἀφορμῆς, ἐξυφαίνει λόγον, μόνον δὲ οὐχὶ καὶ διαμαρτύρεται· Εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, κ.τ.λ.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
