# Commentarii in Lucam (in catenis) 72.737

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.737

τῶν ἐπιτηδείων· ὅλος ἐστὶ τῶν ἐπὶ γῆς πραγμάτων· οὐκ ἀναβλέπει πρὸς Θεόν· οὐχ ὁρᾷ τὰ ἐσόμενα· οὐ λογίζεται τὸν ἐπὶ τοῦ θείου βήματος δικάζοντα Θεόν· οὐχ ὁρᾷ τὸν γείτονα θάνατον· κατεδικάσθη γὰρ τελευτὴν ἀπροσδόκητον ὁ μισόπτωχος πλούσιος· ἐν τῇ ἑσπέρᾳ τὴν ἑωθινὴν τροφὴν βουλευόμενος, καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα. Ἄκουε γὰρ ὅτι κεκολόβωται αὐτῷ ἡ ζωὴ ψήφῳ Θεοῦ. Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; (I f. 101 b) Τουτέστιν ἐν στιγμῇ καὶ ἐν ὀλίγῳ παντελῶς καὶ συνεσταλμένῳ καιρῷ τὴν ἀπόλαυσιν ἔχων· κονιορτοῦ γὰρ δίκην οἰχήσεται, πεμπόμενος εἰς ἑτέρους, καὶ εἰς οὓς οὐκ ἴσμεν ἔσθ' ὅτε ἢ καὶ τάχα που καὶ εἰς ἐχθρούς.—A f. 175 b, E f. 200 b) Ἀληθὲς οὖν ἄρα ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἔσται ἡ ζωὴ αὐτοῦ ἐκ τῶν ὑπαρχόντων αὐτῷ. Τρισμακάριος δὲ καὶ ἐν ἐλπίσι λαμπραῖς, ὁ κατὰ Θεὸν πλουτῶν. Ὁ μὲν γὰρ ταῖς κατὰ γῆν φροντίσι δαπανώμενος, ἐπιζήμιον ἔχει τὸ τέλος, καὶ πένης ἀπελεύσεται πρὸς Θεόν· ὁ δὲ μεριμνῶν τὰ τοῦ Κυρίου, πλουτήσει μὲν ἐν ἔργοις ἀγαθοῖς, ἕξει δὲ θησαυρὸν ἄσυλον ἐν τοῖς οὐρανοῖς. Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ.τ.λ. (A f. 176, B f. 123 b) Τέθειται μὲν δὴ τοῖς ἐξ Ἰσραὴλ ὁ διὰ Μωϋσέως νόμος, ἀποφέρων εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς καθιστὰς ἐναργές. Οἱ δὲ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν ἐποιοῦντο τὸ χρῆμα, λέγοντες· «Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτῳ τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἐγὼ δὲ φαίην ἄν· Τρισμακάριοί ἐσμεν ἡμεῖς, παρ' αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος διδασκόμενοι τὸ ἀγαθὸν αὐτοῦ τὸ σωτήριον θέλημα, ἵνα τὴν εὐαγγελικὴν ζωὴν πολιτευσάμενοι, συμβασιλεύσωμεν αὐτῷ. Ὅρα γὰρ, ὅπως ἡμᾶς μερίμνης ἐξίστησι περιττῆς, οὐχ ἁπλῶς, «μὴ μεριμνᾶτε,» λέγων, προσεπάγων δὲ ὅτι «τῇ ψυχῇ ὑμῶν·» ἀντὶ τοῦ, Μὴ ἐσπουδασμένην ἐν τούτοις δαπανᾶτε φροντίδα, ἀλλὰ τοῖς ὑπερκειμένοις χαρίζεσθε τὰς σπουδάς. Ὑπέρκειται δὲ τροφῆς μὲν ψυχὴ, περιβλημάτων δὲ σῶμα. Καὶ ἄθρει πῶς οὐχ ἁπλῶς τὸ, «μὴ μεριμνᾶτε» τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ ἐκ τῶν ὑπηργμένων ἡμῖν ἤδη. Ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει; Ἀγῶνος τοίνυν προκειμένου τοῦ περὶ ψυχῆς καὶ σώματος, κολάσεώς τε καὶ δίκης ἐπηρτημένης τοῖς οὐκ ἐθέλουσι ζῇν ὀρθῶς, ἐῤῥίφθω φροντὶς ἡ ἐπ' ἀμφίοις καὶ τροφῇ. Ἄλλως τε τοὺς τῆς ἀρετῆς ἐραστὰς, πῶς οὐκ αἰσχρὸν μειρακιωδῶς ἱματίοις ἐφήδεσθαι, καὶ τραπέζαις πολυτελέσιν; Ἕψεται γὰρ τούτοις εὐθὺς καὶ ἡ τῶν ἑτέρων ἐπιθυμιῶν ἀγρία πληθύς· τοῦτο δέ ἐστιν ὄλισθος ἀπὸ Θεοῦ. Χρὴ τοίνυν ἡμᾶς ἐφίεσθαι μᾶλλον τῶν ἀρεσκόν-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
