Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.740
Not analysed yet
των Θεῷ· χορηγήσει γὰρ αὐτὸς τὰ δέοντα καὶ τὰ αὐτάρκη· ἀξιόχρεως δὲ ὁ Δεσπότης, τοῦτό σοι σαφῶς ὑπισχνούμενος, καὶ ὡς ἀπό γε τῶν ἐλαττόνων, περὶ τῶν μειζόνων ἡμᾶς πληροφορῶν. Κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ, κ. τ. λ. (A f. 176 b, C f. 134 b). Ὥσπερ εἰς εὐανδρίαν ἡμᾶς ἀναβιβάζων πνευματικὴν, ὡς ἀπό γε τῶν ἐν οὐδενὶ λόγῳ κειμένων πτηνῶν ἐποιεῖτο τὴν πληροφορίαν, λέγων· «Πολλῶν στρουθίων διαφέρετε ὑμεῖς·» οὕτω καὶ νῦν, ὡς ἀπό γε τῶν πτηνῶν, ἢ τῶν ἐν ἀγροῖς ἀνθῶν, ἱδρυμένην καὶ ἀκατάσειστον ἐνεργάζεταί σοι τὴν πίστιν. Ἐνδοιάζειν δὲ ὅλως οὐκ ἐφίησιν ἡμᾶς, ὅτι πάντη τε καὶ πάντως τὴν παρ' αὐτοῦ χαρίζεται φειδὼ, τὸ ἀνενδεὲς ἐφ' ἅπασι διδούς. —(A f. 178, B f. 124, C f. 134 b) Ἀληθὲς δὲ τὸ καὶ τὸν Σολομῶντα ἡττῆσθαι τῆς τῶν κρίνων περιβολῆς· τὰ γὰρ τῶν χρωμάτων ἄνθη, ποικίλα τε ὄντα καὶ πολυειδῆ, ἐν κρίνοις μὲν, καὶ ἐν ἑτέροις τισὶ τῶν φυομένων ἐν ἀγροῖς, ἀξιοθαύμαστον ἔχει τὴν ὥραν· τὸ δὲ πρὸς μίμησιν τὴν αὐτῶν ὑπό του τεχνουργούμενον, λείπεται πάντως ἐκείνων, καὶ μόλις ἔρχεταί πως τῆς ἀληθείας ἐγγύς. Εἰ τοίνυν τοῦθ' οὕτως ἔχει, πῶς οὐκ ἀληθὲς ὅτι οὐδὲ Σολομῶν, καίτοι φιλότιμος οὕτω γεγονὼς, ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἒν τούτων Ἀπόχρη τοιγαροῦν τοῖς σοφοῖς τὸ χρείας ἕνεκα καὶ μόνης εὐσχήμονα καὶ εὐπόριστον ἔχειν τὴν στολὴν, καὶ σιτίων λιτότητα μὴ ὑπεραίρουσαν τὸ ἀρκοῦν· ἀρκέσει δὲ τοῖς ἁγίοις ἡ ἐν Χριστῷ τροφὴ, ἡ πνευματικὴ δηλονότι καὶ θεία καὶ νοητὴ, καὶ ἡ μετὰ ταῦτα δόξα. Ἦν δὲ καὶ ἑτέρως ἀνάρμοστον, τοὺς ἑτέροις μέλλοντας ἔσεσθαι πολιτείας εὐαγοῦς ὑποτύπωσιν καὶ ὑπογραμμὸν, εἰς ἐκεῖνα πίπτειν ἀτημελῶς, ὧν αὐτοὺς ἀποφοιτᾷν συμβουλεύειν ἔδει, παιδαγωγοὺς ὄντας οἰκουμενικούς. Ἐπεβούλευσε δ' ἂν οὐ μετρίως καὶ τῇ τῶν ἱερῶν κηρυγμάτων σπουδῇ τε καὶ χρείᾳ, τὸ φροντίδος κοσμικῆς μεταποιεῖσθαι τοὺς μαθητάς. (A f. 178 b). Ἐπιῤῥίψωμεν τοίνυν ἐπὶ Κύριον τὴν φροντίδα· μὴ μεριμνήσωμεν τί φάγωμεν ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα· μὴ ἐν μικροῖς καὶ εὐτελέσι πράγμασιν ὁ μέγας ἡμῶν δαπανάσθω λογισμός· μὴ δοῦλον ἱματίου καὶ τροφῆς ἀπεργασώμεθα τὸν ἐλεύθερον νοῦν· μεριμνάτω δὲ μᾶλλον ὅσα διασώζει ψυχὴν, ὅσα πρὸς τὴν τῶν οὐρανῶν ἀναφέρει βασιλείαν ὅσα τοὺς στεφάνους ἡμῖν προξενεῖ· ἔργον τοῦτο τῇ ἀνθρώπου διανοίᾳ πρεπωδέστατον. Ἆρα γὰρ εἴ τις ἡμᾶς ἐρωτήσειε, τί μεῖζόν ἐστιν ἐν ἡμῖν, τί δὲ εἶναι τὸ κάλλιον ὑπειλήφαμεν, τροφὴν ἢ σῶμα, ἢ ψυχὴν, τίς οὕτως ἐστὶν ἠλίθιος, τίς δὲ οὕτως βραδὺς εἰς τὸ νοῆσαι τὰ χρήσιμα, ὡς μὴ εὐθὺς ἀποκρίνασθαι, τὴν ψυχήν; Ὅτε τοίνυν μείζων καὶ τροφῆς καὶ ἱματίου ψυχὴ, διὰ τί μὴ μᾶλλον ἐν τοῖς μείζοσιν ἀναλίσκομεν τὴν φροντίδα, τιμῶμεν δὲ οὕτως τὸ ἔλαττον, καὶ πᾶσαν αὐτῷ χαριζόμεθα τὴν διάνοιαν; Μεριμνᾷς