# Commentarii in Lucam (in catenis) 72.741

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.741

ἱματίου καὶ τροφῆς; διὰ τί μὴ μᾶλλον μεριμνᾷς ὅπως διασωθῇς; Μεριμνᾷς τοῦ σώματος; διὰ τί μὴ μεριμνᾷς τῆς ψυχῆς;—(A f. 178 b, B f. 124) Ὁ οὕτως ἀγαθὸς Κύριος, ὁ τὸ εὐτελέστατον ἀποτρέφων πετεινὸν, οὐ διαθρέψει τὸν κατ' εἰκόνα οἰκείαν γενόμενον; Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν περὶ τὰ προκείμενα φροντίδα κατακιβδηλεύει σοφῶς ὁ Χριστὸς, τὰ ἔθνη τοῦ κόσμου ταῦτα λέγων ἐπιζητεῖν. Ἀναβιβάζει δὲ καὶ εἰς ἄμαχον πίστιν, τοῦ ὅτι πάντη τε καὶ πάντως ἔξουσι τὸ ἀνενδεὲς, εὖ εἰδότος ὧν εἰσιν ἐν χρείᾳ τοῦ Πατρὸς αὐτῶν, δῆλον δὲ ὅτι τοῦ ἐν οὐρανοῖς· φησὶ γάρ· «Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγετε, κ.τ.λ., ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν,» κ.τ.λ. Ἐπὶ καιροῦ δὲ σφόδρα Πατέρα φησὶ τὸν Θεὸν, ἵνα εἰδεῖεν, ὅτι τῶν ἰδίων οὐκ ἂν ἐπιλάθοιτο τέκνων, ἀλλ' ἔσται χρηστὸς καὶ φιλόπαις περὶ αὐτούς. Ζητῶμεν τοίνυν μὴ τροφὰς τὰς ἔξω λόγου καὶ περιττὰς, ἀλλ' ὅσα βλέπει πρὸς σωτηρίαν ψυχῆς· μὴ πολυτελὲς ἄμφιον, ἀλλ' ὅπως ἂν ἐξελώμεθα καὶ πυρὸς καὶ δίκης τὸ ἴδιον σῶμα, ζητοῦντες αὐτοῦ τὴν βασιλείαν. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, κ.τ.λ. (A f. 180, D f. 51 b) Μικρὸν ποίμνιον τοὺς ἁγίους ὀνομάζει· ἐπειδὴ παράκειται μικρότης ἐν κόσμῳ τοῖς ἑκουσίως ἀκτήμοσι καὶ ἀχρημάτοις· τούτοις γὰρ εὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Ὅθεν εὐθὺς ἐπειπὼν ἐδίδαξεν· «Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην,» καὶ τὰ ἑξῆς. Ἢ μικρὸν ποίμνιον πρὸς τὸ μέγεθος τοῦ πλήθους τῶν ἀπίστων, ἢ καὶ διὰ τὴν ἑκούσιον ταπείνωσιν τοῦ τοιούτου ποιμνίου· ὃ κελεύει μὴ φοβεῖσθαι τὴν ἔνδειαν τῆς σωματικῆς χρείας. Εἰ γὰρ τὴν οὕτω μεγάλην καὶ ἐξαίρετον δίδωσιν ἀπόλαυσιν, ἤτοι τὴν βασιλείαν τῶν οὐρανῶν, δώσει πάντως καὶ τὰ τῇ σαρκὶ ἀναγκαῖα καὶ ζωαρκῆ. —(A f. 180, B f. 124) Ἀντὶ τοῦ, Μὴ ἀπιστήσῃς, ὅτι πάντη τε καὶ πάντως χορηγήσει τὰ ζωαρκῆ τοῖς ἀγαπῶσιν αὐτὸν, ὁ ἐν οὐρανοῖς Πατήρ. Οὐ γὰρ περιόψεται τοὺς ἰδίους· ἀνοίξει δὲ μᾶλλον αὐτοῖς τὴν χεῖρα, τὴν ἀεὶ πληροῦσαν τὰ πάντα χρηστότητος. Καὶ ποία τούτων ἡ πίστις; «Εὐδόκησε, φησὶν, ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.» Ὁ δὲ τὰ οὕτω μεγάλα καὶ ἐξαίρετα διδοὺς, πῶς ὀκνήσει περὶ τὸ εἶναι χρηστὸς περὶ ἡμᾶς καὶ πλουσίως τὰ ἐπὶ γῆς παρέχειν ἡμῖν ἀγαθά; Ἵνα οὖν, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν κατακτήσησθε, τῶν ἐπὶ γῆς χρημάτων καταφρονήσατε. Μικρὸν δὲ ποίμνιον ὀνομάζει τοὺς ἐπὶ τῆς γῆς· ἡττώμεθα γὰρ τῆς τῶν ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρίτως πλεονεκτούσης τὰ καθ' ἡμᾶς. Καὶ τοῦτο πάλιν αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολὴν ἄριστα συντεθεικώς· ἔφη γὰρ, ὅτι «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἔξει ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐκ ἀφήσει τὰ ἐνενηκονταεννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, ἀμὴν λέγω

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
