# Commentarii in Lucam (in catenis) 72.749

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.749

Σαφεῖ καὶ ἐναργεστάτῳ παραδείγματι κέχρηται, πρέπουσαν ἀποφαίνων τὴν ἐντολὴν τοῖς ὅτι μάλιστα διαφανεστέροις, καὶ μυσταγωγῶν ἐν τάξει παρειλημμένοις. Ὑποκείσθω, φησὶν, ἄνθρωπος οἰκοδεσπότης, ὃς στείλασθαι μέλλων ἀποδημίαν, ἑνὶ τῶν γνησίων οἰκετῶν ἐνεχείρισε τοῦ παντὸς οἴκου τὴν οἰκονομίαν, ὥστε διδόναι τῇ θεραπείᾳ αὐτοῦ, τουτέστι τοῖς θεράπουσιν, ἐν καιρῷ τὸ σιτομέτριον. Ὅταν τοίνυν, φησὶν, ὑπονοστήσας ἐκεῖνος, καὶ οἴκοι πάλιν ἐλθὼν, οὕτως εὕροι ποιοῦντα, καθὼς καὶ διέταξεν, ὁ δοῦλος ἐκεῖνος ἔσται τρισμακάριος· καταστήσει γὰρ αὐτὸν ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ.—(A f. 183, D f. 51 b) Ὁ μὲν οὖν πιστὸς δοῦλος καὶ φρόνιμος, ἐν καιρῷ καὶ χρείᾳ διανέμων ἐπιστημόνως τοῖς δούλοις τὸ σιτομέτριον, ἤτοι τε πνευματικὰς τροφὰς, μακάριος ἔσται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τεύξεται γὰρ τῶν ἔτι μειζόνων, καὶ τὰς τοῖς γνησίοις πρεπούσας ἀμοιβὰς ἀπολήψεται· εἰ δὲ δὴ γένοιτό τις καταφρονητὴς καὶ ῥᾴθυμος, ταῖς κατὰ τῶν ὁμοδούλων πλεονεξίαις ἐντρυφῶν, ἐσθίων τε καὶ πίνων, καὶ εἰς ἐκλύτους ἐξιτηλίας ἀπενηνεγμένος, διχοτομηθήσεται· τουτέστι τὴν ἐσχάτην ὑποστήσεται δίκην, ἐπιφοιτήσαντος αὐτῷ τοῦ Δεσπότου ἀδοκήτως. (A f. 185 b) Ἡ μὲν οὖν ἁπλῆ καὶ πρόχειρος τῶν εἰρημένων δύναμις, τοιαύτη τίς ἐστι. Μάθωμεν δὲ ἀκριβῶς, τί τὸ ἐντεῦθεν ὑποδηλούμενόν ἐστι. Κεχειροτόνηκεν ὁ Σωτὴρ οἰκονόμους, ὥσπερ τῶν ἰδίων οἰκετῶν, τουτέστι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ, πιστοὺς ἄνδρας καὶ συνετωτάτους, καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονας, ἐπὶ τῷ διδόναι τοῖς συνδούλοις αὐτῶν τὸ σιτομέτριον· καὶ οὐχ ἁπλῶς καὶ ἀκατασκέπτως, ἐν καιρῷ δὲ μᾶλλον τῷ δέοντι, τουτέστι τὴν ἀρκοῦσάν τε καὶ πρέπουσαν ἑκάστῳ τροφὴν, δῆλον ὅτι πνευματικήν. Ἁρμόσειε γὰρ ἂν οὐχ ἅπασιν ἁπλῶς τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁ περὶ τούτων λόγος. Γέγραπται γοῦν· «Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου.» Ἑτέρως μὲν γὰρ τὸν ἔτι κατηχούμενον ταῖς τῆς ἀληθείας ἐμβιβάζομεν τρίβοις, ἁπλῷ καὶ οὐδὲν ἔχοντι βαθὺ χρώμενοι λόγῳ· ἑτέρως δὲ πάλιν τοὺς ἁδροτέρους τὸν νοῦν, καὶ συνιέναι δυναμένους τῆς θεολογίας τὸ ὕψος. Ὁ τοίνυν εἰς δέον οἷς ἔλαβε χρησάμενος, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ Δεσπότου καταστήσεται. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν, ἑτέρωθί που τὸν σπουδαῖον καὶ γνήσιον οἰκέτην ἐπαινῶν τε καὶ λέγων· «Ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Ἐὰν δὲ, φησὶ, τὸ σπουδαῖος καὶ γνήσιος εἶναι μεθεὶς, μερίμναις κοσμικαῖς τὸν οἰκεῖον μεθύσκηται νοῦν, καὶ ἀποφέρηται πρὸς ἃ μὴ θέμις, βιαζόμενος καὶ πλεονεκτῶν τοὺς ὑπεζευγμένους, καὶ μὴ διδοὺς αὐτοῖς τὸ σιτομέτριον, ἐν παντὶ γενήσεται κακῷ· ἔσται δὲ, φησὶ, καὶ ὁ κλῆρος αὐτοῦ μετὰ τῶν ἀπίστων. Ὁ γὰρ ὅλως ἐπιβουλεύσας τῇ δόξῃ Χριστοῦ, καὶ τῶν ἐγκεχειρισμένων αὐτῷ ποιμνίων ἀλογῆσαι τολμήσας, κατ' οὐδένα τρόπον διοίσει τῶν οὐκ εἰδότων αὐτόν. Καὶ γοῦν ἔφη ποτὲ Χριστὸς πρὸς τὸν μακάριον Πέτρον· «Σίμων Ἰωνᾶ, φιλεῖς με; ποί-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
