# Commentarii in Lucam (in catenis) 72.752

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.752

μαινε τὰ πρόβατά μου, βόσκε τὰ ἀρνία μου.» Εἰ δὲ ὁ ποιμαίνων φιλεῖ, μισεῖ που πάντως ὁ τούτου καταφρονῶν. Εἰ δὲ μισεῖ, καὶ κολάζεται, καὶ τῇ τῶν ἀπίστων ὑποφέρεται δίκῃ· ὁποῖός τις ἦν ὁ τὸ τάλαντον λαβὼν, ἵνα ἐμπορεύσηται νοητῶς, εἶτα τοῦτο μὲν οὐ πεπραχὼς, προκομίσας δὲ μᾶλλον ἀπολυπλασίαστον τὸ δοθέν. Ἀλλ' οἵ γε τὰ πέντε λαβόντες ἢ καὶ ἔτι πλείονα, καμόντες τε καὶ φιλεργήσαντες, ἀξιώμασι τετίμηνται τοῖς περιφανεστάτοις. Ἤκουσε γὰρ ὁ μέν τις· Ἔσο ἐπάνω δέκα πόλεων· ὁ δὲ πέντε. Ὁ δὲ ὑβριστής τε καὶ ὀκνηρὸς οἰκέτης, τὴν ἐσχάτην ὑπέμεινε δίκην· ἐπισφαλὲς οὖν πανταχοῦ τὸ ῥᾴθυμον, εἰς μυσταγωγίαν· ὅθεν γράφει μέν τισιν ὁ μακάριος Πέτρος· ὅτι «Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἵν' ὀφθέντος τοῦ πάντων ἀρχιποίμενος, κομίσησθε τὸν μισθόν.» Εἰδὼς δὲ τὸ ῥᾴθυμον ὀλέθρου πύλην, ἔφη Παῦλος· «Οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» (A f. 184) Ὅτι δὲ τοῖς ὀκνοῦσιν εἰς μυσταγωγίαν πικρά τε καὶ ὀδυνηρὰ καὶ δυσδιάφευκτος ἐπικρέμαται κόλασις, διαδείκνυσιν εὐθὺς ὁ Σωτὴρ, τοῖς πρώτοις ἐπενεγκὼν δύο ἐφεξῆς παραδείγματα. Ἔφη γάρ· «Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.»—(A f. 184 b) Διὰ ποίαν αἰτίαν· καίτοι φαίη τίς ἄν; Πῶς ὁ μὴ γνοὺς, ὑπέχει λόγον; Ὅτι μὴ ἠθέλησεν εἰδέναι. καίτοι μαθεῖν ἐξόν. Εἰ δὲ ὁ μὴ γνοὺς, ὅλως οὐκ ἄμοιρος ὀργῆς, ὅτι δέον εἰδέναι, κατημέλησε τοῦ μαθεῖν, ποῖος ἀπαλλάξει λόγος, τοῦ χρῆναι πολλὰς ὑπομεῖναι πληγὰς τὸν εἰδότα καὶ ῥᾳθυμήσαντα;— Φορτικώτερον οὖν ἄρα τῶν διδασκόντων τὸ κρῖμα· καὶ τοῦτο διδάσκει λέγων ὁ Χριστοῦ μαθητής· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.» Πλουσία γὰρ τῶν πνευματικῶν χαρισμάτων ἡ δόσις, παρά γε τοῖς τῶν λαῶν ἡγουμένοις· οὕτω γάρ που καὶ ὁ σοφώτατος Παῦλος Τιμοθέῳ γράφει· «Δώσει σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.» Καί· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι δι' ἐπιθέσεως τῶν χειρῶν μου.» Τοῖς δὲ τοιούτοις ὡς πολλὰ διδοὺς ὁ Σωτὴρ, πολλὰ ζητεῖ παρ' αὐτῶν. Καὶ ποῖα ταῦτά ἐστι; Τὸ ἀραρὸς ἐν πίστει, τὸ ἀπλανὲς εἰς μυσταγωγίαν, τὸ βεβηκὸς ἐν ἐλπίδι. τὸ ἀκατάσειστον ἐν ὑπομονῇ, τὸ ἄθραυστον ἐν ἰσχύϊ τῇ πνευματικῇ, τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πρόθυμόν τε καὶ εὐσθενὲς, ὡς καὶ ἑτέροις ὑποτύπωσιν εἶναι πολιτείας ἀγγελικῆς. Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; (A f. 185 b) Τοῦτο τὸ πῦρ ἔχοντες οἱ περὶ Κλεό-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
