# Commentarii in Lucam (in catenis) 72.757

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.757

μίζουσα· ἀλυσιτελὴς γὰρ ἡ πρὸς τοὺς ἑτερόφρονας εἰρήνη, κατά γε τὸ τὰ ἴσα ἐκείνοις φρονεῖν. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐπὶ γῆς φίλτρων οἱ πιστοὶ ἀφίστανται, καὶ συγγενεῖς ἀγνοοῦσι, καὶ πατὴρ υἱοῦ φιλίαν ἀπαναίνεται, καὶ υἱὸς πατρὸς τιμὴν ἀγνοεῖ, καὶ μήτηρ θυγατρὸς φίλτρον ἀπώσατο. Δεῖ γὰρ τοῖς ὑγιαίνουσι τὸν νοῦν, ἕπεσθαι τοὺς πεπλανημένους, καὶ οὐκ αὐτοῖς μᾶλλον τοὺς ὀρθὰ φρονεῖν αἱρουμένους. Τοῦτο καὶ ἑτέρως ἡμῖν ἔφη ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Οὐκοῦν, ὅταν, εὐσεβείας ἕνεκα τῆς εἰς Χριστὸν, ἐπίγειον ἀρνήσῃ πατέρα, τότε πλουτήσεις Πατέρα τὸν ἐν οὐρανοῖς. Κἂν ἀφῇς ἀδελφὸν ἀτιμάζοντα Θεὸν, διὰ τὸ βούλεσθαι λατρεύειν αὐτῷ, παραδέξεταί σε Χριστὸς εἰς ἀδελφόν. Δέδωκε γὰρ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο· «Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Γένος εὑρήσεις λαμπρὸν καὶ μέγα, τὴν τῶν ἁγίων πληθύν· ἔσῃ σὺν αὐτοῖς κληρονόμος τῶν παρ' αὐτοῦ χαρισμάτων. Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, κ.τ.λ. (A f. 187, B f. 129 b, D f. 52 b) Ἐπισημαίνονται τὰ τοιάδε τινὲς, καὶ ὡς ἐκ πολλῆς ἄγαν ἐπιτηρήσεως, προαπαγγέλλουσιν ὑετῶν καταδύσεις, ἢ σκληρῶν ἀνέμων ἐφόδους. Πῶς οὖν, φησὶ, τὰ ἐν οὐρανῷ δοκιμάζοντες, τὰ ἐν γῇ γινόμενα σημεῖα οὐ βλέπετε, οὐδὲ δοκιμάζετε τὸν καιρὸν ἐὰν ἦλθεν ὁ προσδοκώμενος;—(A f. 187) Ἔδει τοίνυν τοὺς τὰ τῶν καιρῶν σημεῖα τεκμαιρομένους, καὶ τοὺς ἐσομένους ἔσθ' ὅτε χειμῶνας προαπαγγέλλοντες, καὶ τοῖς ἀναγκαίοις πράγμασιν ἰσχνὸν ἐπαφεῖναι τῆς διανοίας τὸν ὀφθαλμόν. Καὶ ποῖα ταῦτά ἐστι; Προκατέδειξεν ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ ὅτι πάντη τε καὶ πάντως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιλάμψειν ἔμελλε τοῖς ἐπὶ γῆς, καὶ τὴν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεῖναι σφαγήν. Καὶ γοῦν προστέταχε θύεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πρὸς ἑσπέραν καὶ ὑπὸ λύχνοις. Ἔμελλε δὲ πάντως τοῖς μὲν εἰς αὐτὸν πιστεύσασιν, ἡ τῆς σωτηρίας ἀνευρύνεσθαι πύλη, καὶ πολλὴ πραγμάτων ὑπάρξειν εὐδία. Καὶ γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων τὴν γραφομένην νύμφην, ἥτις καὶ τὸ τῆς Ἐκκλησίας ἐπέχει πρόσωπον, καλῶν εὑρίσκεται Χριστὸς, καὶ λέγων· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Οὐκοῦν, ὡς ἔφην, ἐαρινή τις ὥσπερ εὐδία τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀνίσχειν ἔμελλεν. Ὅτι δὲ καὶ οἱ μακάριοι προφῆται πολυτρόπως διηγγέλκασι τὸ Χριστοῦ μυστήριον, οὐκ ἃν ἐνδοιάσει τις. Ἔδει δὴ οὖν, ἔδει συνετοὺς ὄντας, φησὶ, καὶ τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἰδότας κατα-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
